ΤΗ Δ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΙΑΝΟΥΑΡΙΟΥ
Προεόρτια τῶν Φώτων, καὶ ἡ Σύναξις τῶν Ἁγίων Ἑβδομήκοντα Ἀποστόλων, καὶ μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Θεοκτίστου.
Κλεόπαν Ἀνδρόνικον, Σιλουανόν τε καὶ Ἄγαβον, Ἀνανίαν καὶ Φίλιππον, Πρόχορον Νικάνορα, Ῥοῦφον καὶ Σωσθένην, Λίνόν τε καὶ Στάχυν, Στέφανον Τίμωνα Ἑρμάν, Φλέγοντα Μᾶρκον, Λουκᾶν Σωσίπατρον, Ἰάσονα καὶ Γάϊον καὶ Τυχικόν, καὶ Φιλήμονα, ἱεροῖς μελωδήμασιν, οἱ πιστοὶ μακαρίσωμεν.
Νάρκισσος καὶ Τρόφιμος, Καῖσαρ Ζηνὰς καὶ Ἀρίσταρχος, Μᾶρκος Σίλας καὶ Γάϊος, Ἑρμῆς καὶ Ἀσύγκριτος, Ἀπολλως Κηφάς τε, Κλήμης καὶ Ἰοῦστος, Κούαρτος Ἔραστος Λουκᾶς, Ὀνησιφόρος Κᾶρπος καὶ Εὔοδος, Ματθίας καὶ Ἰάκωβος καὶ Οὐρβανὸς Ἀριστόβουλος, Τυχικὸς καὶ Ἀρίσταρχος, ἐπαξίως τιμάσθωσαν.
Πούδην Ἡρῳδίωνα, καὶ Ἀρτεμὰν καὶ Φιλόλογον, Ὀλυμπάν τε καὶ Ῥόδιον, Ἀπελλῆν Ἀμπλίαν, Πατροβὰν καὶ Τίτον, Τέρπνον καὶ Θαδδαῖον, Ἐπαινετὸν τὸν θαυμαστόν, Ἀχαϊκόν τε, Ἀκύλαν Λούκιον, Βαρνάβαν Φουρτουνάτόν τε, καὶ Ἀπολλῶ τὸν ἀοίδιμον, καὶ τὸν Κρήσκην Τιμήσωμεν, τοὺς σεπτοὺς θεοκήρυκας.
Σ υ ν α ξ ά ρ ι ο ν
Τὴ Δ' τοῦ αὐτοῦ μηνός, Ἡ Σύναξις τῶν ἁγίων καὶ ἐνδόξων Ἑβδομήκοντα Ἀποστόλων.
Στίχοι
· Τοὺς Ἑβδομῆκοντ' εὐκλεεῖς Ἀποστόλους,
· Καὶ ὤδ' ὁμοῦ σύμπαντας εὐφημεῖν θέμις.
· Ἀμφὶ τετάρτην ἄνδρας ἀγακλεέας κυδαίνω.
Τὴ αὐτὴ ἡμέρα, Ὁ Ὅσιος Θεόκτιστος, ὁ Ἡγούμενος τοῦ ἐν τῷ Κουκούμω τῆς Σικελίας, ἐν εἰρήνῃ τελειοῦται.
Στίχοι
· Ἐν γῆ χλοαυγεῖ τῆς Ἐδὲμ Θεοκτίστω,
· Μοίραν δίδως, ἄκτιστε τοῦ Θεοῦ Λόγε.
Τὴ αὐτὴ ἡμέρα, Οἱ ἅγιοι ἓξ Μάρτυρες ἐν εἰρήνῃ Τελειοῦνται.
Στίχοι
· Ψυχαὶ διαυγεῖς ἓξ ἀποπτᾶσαι βίου,
· Ἑξαπτέρυξι συμπαρίστανται Νόοις.
Τὴ αὐτὴ ἡμέρα, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ζωσίμου Μοναχοῦ καὶ Ἀθανασίου Κομενταρησίου.
Στίχοι
· Ἀθανάσιος συνθανῶν τῶ Ζωσίμω,
· Ἔνδον πέτρας ἤδιστα καὶ συζὴν ἔχει.
Τὴ αὐτὴ ἡμέρα, Μνήμη τῆς ὁσίας Ἀπολλιναρίας τῆς Συγκλητικῆς.
Στίχοι
· Αἴρουσιν ἐκ γῆς τὴν Ἀπολλιναρίαν.
· Καὶ γὰρ κατοικεῖν οὐρανοὺς ἣν ἀξία.
Ταὶς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.

...Τὸ εἰ δύνασαι πιστεῦσαι, πάντα δυνατὰ τῷ πιστεύοντι... Τοῦτο τὸ γένος ἐν οὐδενὶ δύναται ἐξελθεῖν εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ. Καὶ ἐκεῖθεν ἐξελθόντες παρεπορεύοντο διὰ τῆς Γαλιλαίας, καὶ οὐκ ἤθελεν ἵνα τις γνῷ· ἐδίδασκε γὰρ τοὺς μαθητὰς αὐτοῦ καὶ ἔλεγεν αὐτοῖς ὅτι ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἀνθρώπων, καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ ἀποκτανθεὶς τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται.
Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17
Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.