Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Παρασκευή 2 Ιανουαρίου 2009

ΤΗ Β ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΜΝΗΜΗ ΤΟΥ ΑΓΙΟΥ ΣΙΛΒΕΣΤΡΟΥ


ΤΗ Β' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

ΙΑΝΟΥΑΡΙΟΥ


Προεόρτια τῶν Φώτων, καὶ μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Σιλβέστρου, Πάπα Ῥώμης.

Συναξάριον

Τὴ Β' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Σιλβέστρου Πάπα Ῥώμης.

Στίχοι

· Ζωοὶ νεκρὸν βοῦν, αἰσχύνων Ζαμβρὴν Μάγον,

· Ὁ καὶ νεκρὸς ζῶν, Σίλβεστρος Ῥώμης Πάπας.

· Θυμὸν ἀποπνείει Σίλβεστρος δευτέρη ἠοί.



Τὴ αὐτὴ ἡμέρα, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Θεαγένους.

Στίχοι

· Θεάγενες, βλήθητι τοῦ πόντου μέσον,

· Ὧ κὰν βυθισθής, ἔνδον ἐκνήξη πόλου.



Τὴ αὐτὴ ἡμέρα, οἱ Ἅγιοι Θεόπεμπτος καὶ Θεοδότη, ἡ μήτηρ τῶν Ἁγίων Ἀναργύρων, ἐν εἰρήνῃ τελειοῦνται.

Στίχοι

· Τὸν Θεόπεμπτον σαρκικῆς λύσαι πέδης,

· Ἤλθον, Θεοῦ πέμψαντος, ἔμπυροι Νόες.

· Νόσω παρῆλθε τὸν βίον Θεοδότη,

· Νόσων λυτήρας ἡ τεκοῦσα τῶ βίω.



Τὴ αὐτὴ ἡμέρα ὁ Ὅσιος Μᾶρκος ὁ κωφός, ἐν εἰρήνῃ τελειοῦται.

Στίχοι

· Ὁ Μᾶρκος οὐκ ἤκουσε γηϊνων λόγων,

· Καὶ πρὶν λιπεῖν γήν, ὦτα γῆθεν ἐξάγων.



Τὴ αὐτὴ ἡμέρα, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Βασιλείου τοῦ ἐξ Ἀγκύρας.

Στίχοι

· Βρύχημα, χάσμα, δῆγμα θηρῶν ἀγρίων.

· Βασιλείου τὸ πρᾶον οὗ κατεπτόει.



Τὴ αὐτὴ ἡμέρα, ὁ Ἅγιος Σέργιος ξίφει τελειοῦται.

Στίχοι

· Οὒχ οἷον εἰπεῖν, οὐδὲ γνῶσιν φέρειν,

· Ὁση χαρὰ Σέργιος ἐτμήθη κάραν.



Τὴ αὐτὴ ἡμέρα, ὁ Ἅγιος Θεόπιστος, λιθοβοληθεὶς τελειοῦται.

Στίχοι

· Κτείνει σὲ Θεόπιστε πιστὲ τοὶς λίθοις,

· Ἡ τῶν ἀπίστων πληθὺς ἐκ δυσβουλίας.



Τὴ αὐτὴ ἡμέρα, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Κοσμᾶ, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ θαυματουργοῦ, τοῦ ἐν τῇ σεβασμία Μονὴ τῆς Χώρας.



Ταὶς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς.