ΤΗ Λ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΔΕΚΕΜΒΡΙΟΥ
Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἀνυσίας.
ΔΕΚΕΜΒΡΙΟΥ
Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἀνυσίας.
Ἡ ταὶς Ἀγγέλων χορείαις συναφθεῖσα, ὅτε σὲ ὁ ἔνθεος ἔρως ἀνέφλεξε, καὶ ὑπερίπτασθαι ἔπεισε τῶν ὀρωμένων, δι' ἀπαθείας καὶ καθαρότητος, τότε σου τὸν σύνευνον, λόγοις ἐζώγρησας, θεοπειθέσι τὴν ἄστατον, ἀποβαλέσθαι, τύρβην τοῦ βίου τὴν διαρρέουσαν, ὅθεν σὺν τούτω τὴν αἰώνιον, εὗρες ζωὴν καὶ ἀπόλαυσιν, δυσωποῦσα Μελάνη, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἡ τῶν Ἀγγέλων ποθήσασα τὸν βίον, ὅτε τὴν ἐνήδονον τρυφὴν διέπτυσας, τὴ ἐγκρατε ἴα σχολάζουσα, καὶ ἀγρυπνία, καὶ χαμευνία, καὶ ταπεινότητι, τότε καθαρώτατον, σκεῦος γεγένησαι, Πνεύματος θείου χαρίσμασι, περιφανέσι, κεκοσμημένη πρὸ τούτου πάνσοφε, ὅθεν πρὸς ζῆλον, σοῦ τὸν ἔνθεον, ἐφειλκύσω λαοὺς καὶ προσήγαγες, τῶ Δεσπότη Μελάνη, καὶ Σωτήριτών ψυχῶν ἡμῶν.
Ἡ καλλοναὶς ἀρετῶν ὡραϊσμένη, ὅτε τὸν σωτήριον λόγον ἐπλήρωσας, καὶ διανείμασα δέδωκας, τὰς μυριάδας, τοῦ σοῦ χρυσίου πτωχοὶς καὶ πένησι, τότε τὸν οὐράνιον ὄλβον ἀπείληφας, δικαιοσύνην πλουτήσασα, καὶ ἀφθαρσίαν, καὶ ἀπολύτρωσιν Πανσεβάσμιε, ὅθεν τιμῶμεν σοῦ τὴν κοίμησιν, καὶ ἐκτενῶς δυσωπούμέν σε, ἱκετεῦσαι τὸν Κτίστην, τοῦ σωθῆναι τὰς ψυχὰς ἤμών.
Μάγοι ἀνατολῶν Βασιλεῖς τῶ ἐκ Παρθένου Βασιλίδος ἐκλάμψαντι, ἁπάντων Θεῷ καὶ Κτίστη, καὶ Βασιλεῖ ἀληθεῖ, δῶρα προσκυνοῦντες προσεκόμισαν, πρὸς οὓς ἡ Πανάμωμος, ἐκπλαγεῖσα ἐφθέγγετο. Εἴπατε δὴ μοί, οἱ τὸ πὺρ καὶ τὸν ἥλιον, σεβαζόμενοι, καὶ ἐν σκότει βαδίζοντες, πῶς τὸν ὑπὲρ κατάληψιν, φωτίζοντα σύμπαντα, ἔγνωτε σάρκα λαβόντα, καὶ ἐν σπηλαίῳ, τικτόμενον, ἐν γῆ καὶ δι' οἶκτον, παρεχόμενον τῶ κόσμω, τὸ μέγα ἔλεος;
«Ἐπαρθέντα σὲ ἰδοῦσα ἡ Ἐκκλησία, ἐπὶ Σταυροῦ τὸν Ἥλιον τῆς δικαιοσύνης, ἔστη ἐν τῇ τάξει αὐτῆς, εἰκότως κραυγάζουσα. Δόξα τὴ δυνάμει σου Κύριε».
Ζωηφόροις σου τοὶς ἴχνεσιν ἑπομένη, λόγχη πλευρὰν τιτρώσκεται, καὶ τὴν στρεφομένην, ἀβλαβῶς παρέρχεται, ῥομφαίαν ἡ δούλη σου, Δέσποτα Χριστὲ ἀνυμνούσά σε.
Μαρτυρίου διαλάμπουσα λαμπηδόσι, καὶ ἀφθαρσίας στέφανον ἀναδησαμένη, χαίρουσα παρίστασαι, Χριστῷ τῶ Νυμφίω σου, Μάρτυς Ἀνυσία πανεύφημε.
Τὸν πτερνίσαντα ἀπάτη τὴν πρώτην Εὔαν, μαρτυρικαὶς ἐνστάσεσι, τρέψασα καθεῖλες, δείξασα ἀνίσχυρον, καὶ χαίρουσα ἔκραζες. Δόξα τὴ δυνάμει σου Κύριε.

Συναξάριον
Τὴ Λ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἀνυσίας, τῆς ἐν Θεσσαλονίκῃ.
Στίχοι
· Εἰς δεξιὰν νύττουσι πλευρὰν κυρίως,
· Πλευρὰς Ἀδὰμ κύημα τὴν Ἀνυσίαν.
· Πλευρὰν Ἀνυσίης τριακοστὴ ἔγχος ἔνυξεν.
Τὴ αὐτὴ ἡμέρα, Μνήμη τῆς Ὁσίας Θεοδώρας, τῆς ἀπὸ Καισαρείας.
Στίχοι
· Ἀπῆρε δεσμοῦ σαρκὸς ἡ Θεοδώρα,
· Οὗπερ λυθῆναι ζώσα καὶ πρὶν ἠγάπα.
Τὴ αὐτὴ ἡμέρα, Μνήμη τοῦ ἁγίου Μάρτυρος Φιλεταίρου.
Στίχοι
· Φιλέταιρος πέπονθεν ἀθλητῶν νόμω,
· Κὰν οὐκ ἀπῆλθεν ὡς ἀθλητὴς ἐκ βίου.
Τὴ αὐτὴ ἡμέρα, Ὁ Ὅσιος Λέων ὁ Ἀρχιμανδρίτης, ἐν εἰρήνῃ τελειοῦται.
Στίχοι
· Ῥευστοῦ μεταστάς, Χριστέ, Λέων ἐκ βίου
· Σκύμνον λέοντος ἐξ Ἰούδα σὲ βλέπει.
Ταὶς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλεησον ἡμᾶς. Ἀμήν.

Βιβλιογραφία - Πηγές
- Μηναιον Δεκεμβρίου, Εκδ. Αποστ. Διακονίας