ΤΗ ΚΣΤ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΔΕΚΕΜΒΡΙΟΥ
Ἡ σύναξις τῆς Ὑπεραγίας Θεοτόκου.
ΔΕΚΕΜΒΡΙΟΥ
Ἡ σύναξις τῆς Ὑπεραγίας Θεοτόκου.
Δεῦτε ἀγαλλιασώμεθα τῶ Κυρίω, τὸ παρὸν μυστήριον ἐκδιηγούμενοι. Τὸ μεσότοιχον τοῦ φραγμοῦ διαλέλυται, ἡ φλογίνη ῥομφαία τὰ νῶτα δίδωσι, καὶ τὰ Χερουβίμ παραχωρεῖ τοῦ ξύλου τῆς ζωῆς, καγῶ τοῦ Παραδείσου τῆς τρυφῆς μεταλαμβάνω, οὗ προεξεβλήθην διὰ τῆς παρακοῆς. Ἡ γὰρ ἀπαράλλακτος εἴκων τοῦ Πατρός, ὁ χαρακτήρ τῆς ἀϊδιότητος αὐτοῦ, μορφὴν δούλου λαμβάνει, ἐξ ἀπειρογάμου Μητρὸς προελθῶν, οὐ τροπὴν ὑπομεῖνας, ὁ γὰρ ἣν διέμεινε, Θεὸς ὧν ἀληθινός, καὶ ὃ οὐκ ἣν προσέλαβεν, ἄνθρωπος γενόμενος διὰ φιλανθρωπίαν, αὐτῷ βοήσωμεν. Ὁ τεχθεὶς ἐκ Παρθένου Θεός, ἐλέησον ἡμᾶς.
Ἀνατολίου ὁ αὐτὸς
Τοῦ Κυρίου Ἰησοῦ γεννηθέντος, ἐκ τῆς Ἁγίας Παρθένου, πεφώτισται τὰ σύμπαντα, Ποιμένων γὰρ ἀγραυλούντων, καὶ Μάγων προσκυνούντων, Aγγέλων ἀνυμνούντων, Ἡρῴδης ἐταράσσετο, ὅτι Θεὸς ἐν σαρκὶ ἐφάνη, Σωτὴρ τῶν Ψυχῶν ἡμῶν.
Ὁ αὐτὸς
Ἡ Βασιλεία σου, Χριστὲ ὁ Θεός, βασιλεία πάντων τῶν αἰώνων, καὶ ἡ Δεσποτεία σου, ἐν πάσῃ γενεά. Ὁ σαρκωθεὶς ἐκ Πνεύματος Ἁγίου, καὶ ἐκ τῆς ἀειπαρθένου Μαρίας ἐνανθρωπήσας, φῶς ἡμῖν ἔλαμψας, Χριστὲ ὁ Θεός, τὴ σὴ παρουσία, φῶς ἐκ φωτός, τοῦ Πατρὸς τὸ ἀπαύγασμα, πᾶσαν κτίσιν ἐφαίδρυνας. Πᾶσα πνοὴ αἰνεῖ σε, τὸν χαρακτήρα τῆς δόξης τοῦ Πατρός. Ὁ Ὢν καὶ προῶν, καὶ ἐκλάμψας ἐκ Παρθένου Θεός, ἐλέησον ἡμᾶς.
Ὁ αὐτὸς
Τὶ σοὶ προσενέγκωμεν Χριστέ, ὅτι ὤφθης ἐπὶ γῆς ὡς ἄνθρωπος δι' ἡμᾶς, ἕκαστον γὰρ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων, τὴν εὐχαριστίαν σοὶ προσάγει, οἱ Ἀγγελοι τὸν ὕμνον, οἱ οὐρανοὶ τὸν Ἀστέρα, οἱ Μάγοι τὰ δῶρα, οἱ Ποιμένες τὸ θαῦμα, ἡ Γῆ τὸ Σπήλαιον, ἡ ἔρημος τὴν φάτνην, ἡμεῖς δὲ Μητέρα Παρθένον. Ὁ πρὸ αἰώνων Θεός, ἐλέησον ἡμᾶς.
Παράδοξον Μυστήριον, οἰκονομεῖται σήμερον! καινοτομοῦνται φύσεις, καὶ Θεὸς ἄνθρωπος γίνεται, ὅπερ ἣν μεμένηκε, καὶ ὃ οὐκ ἣν προσέλαβεν, οὐ φυρμὸν ὑπομεῖνας, οὐδὲ διαίρεσιν.
Στίχ. Εἶπεν ὁ Κύριος τῶ Κυρίω μου κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τολυς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου
Κύριε, ἐν Βηθλεὲμ παραγέγονας, ἐν τῷ Σπηλαίω παρώκησας, ὁ οὐρανὸν τὸν θρόνον ἔχων, ἐν φάτνῃ ἀνεκλίθης, ὃν στρατιαὶ κυκλοῦσιν Ἀγγέλων, Ποιμέσι συγκατέβης, ἵνα σώσης ὡς εὔσπλαγχνος τὸ γένος ἡμῶν, δόξα σοί.
Στίχ. Ἐκ γαστρὸς πρὸ Ἑωσφόρου ἐγέννησά σε, ὤμοσε Κύριος, καὶ οὐ μεταμεληθήσεται. Σὺ Ἱερεὺς εἰς τὸν αἰῶνα, κατὰ τὴν τάξιν Μελχισεδέκ.
Πῶς ἐξείπω τὸ μέγα Μυστήριον; ὁ ἄσαρκος σαρκοῦται, ὁ Λόγος παχύνεται, ὁ ἀόρατος ὁρᾶται καὶ ὁ ἀναφῆς ψηλαφᾶται, καὶ ὁ ἄναρχος ἄρχεται. Ὁ Υἱὸς τοῦ Θεοῦ, ἀνθρώπου Υἱὸς γίνεται, Ἰησοῦς Χριστός, χθὲς καὶ σήμερον ὁ αὐτός, καὶ εἰς τοὺς αἰῶνας.
Δόξα... Καὶ νύν... ὁ αὐτὸς
Ἐν Βηθλεὲμ συνέδραμον Ποιμένες, τὸν ἀληθῆ μηνύοντες Ποιμένα, τὸν καθήμενον ἐπὶ τῶν Χερουβίμ, καὶ ἀνακείμενον ἐν φάτνῃ, Νηπίου μορφὴν δι' ἡμᾶς ἀνειληφότα, Κύριε δόξα σοί.
Ἀπολυτίκιον Ἦχος δ'
Ἡ γέννησίς σου Χριστὲ ὁ Θεὸς ἡμῶν, ἀνέτειλε τῶ κόσμω, τὸ φῶς τὸ τῆς γνώσεως, ἐν αὐτῇ γὰρ οἱ τοὶς ἄστροις λατρεύοντες, ὑπὸ ἀστέρος ἐδιδάσκοντο, σὲ προσκυνεῖν, τὸν Ἥλιον τῆς δικαιοσύνης, καὶ σὲ γινώσκειν ἐξ ὕψους ἀνατολήν, Κύριε δόξα σοί.
«Τῶ πρὸ τῶν αἰώνων, ἐκ π ἀτρὸς γεννηθέντι ἀρρεύστως Υἱῶ, καὶ ἐπ' ἐσχάτων ἐκ Παρθένου, σαρκωθέντι ἀσπόρως, Χριστῷ τῶ Θεῷ βοήσωμεν, ὁ ἀνυψώσας τὸ κέρας ἡμῶν, ἅγιος εἶ Κύριε».
Ὁ τῆς ἐπιπνοίας, μετασχῶν τῆς ἀμείνω Ἀδὰμ χοϊκός, καὶ πρὸς φθορὰν κατολισθήοας, γυναικεία ἀπάτη, Χριστὸν γυναικὸς βοᾷ ἐξορῶν, ὁ δι' ἐμὲ κατ ἐμὲ γεγονῶς, ἅγιος εἶ Κύριε.
Σύμμορφος πηλίνης, εὐτελοῦς διαρτίας Χριστὲ γεγονῶς, καὶ μετοχὴ σαρκὸς τῆς χείρω, μεταδοῦς θείας φύτλης, βροτὸς πεφυκῶς, καὶ μεῖνας Θεός, καὶ ἀνυψώσας τὸ κέρας ἡμῶν, Ἅγιος εἶ Κύριε.
Βηθλεὲμ εὐφραίνου, Ἡγεμόνων Ἰούδα βασίλεια. τὸν Ἰσραὴλ γὰρ ὁ ποιμαίνων, Χερουβὶμ ὁ ἐπ' ὤμων, ἐκ σοῦ προελθῶν Χριστὸς ἐμφανῶς, καὶ ἀνυψώσας τὸ κέρας ἡμῶν, πάντων ἐβασίλευσεν.
Ἰαμβικὸς Ὁ Εἱρμὸς
«Νεῦσον πρὸς ὕμνους οἰκετῶν Εὔεργετα,
Ἐχθροῦ ταπεινῶν τὴν ἐπηρμένην ὀφρύν,
Φέρων τε Παντεπόπτα τῆς ἁμαρτίας,
Ὑπερθεν ἀκλόνητον, ἐστηριγμένους,
Μάκαρ, μελωδοῦς τὴ βάσει τῆς πίστεως».
Νύμφης πανάγνου τὸν πανόλβιον τόκον
Ἰδεῖν ὑπὲρ νοῦν ἠξιωμένος χορός,
Ἄγραυλος ἐκλονεῖτο, τῶ ξένω τρόπω.
Τάξιν μελωδούσάν τε τῶν Ἀσωμάτων,
Ἄνακτα Χριστόν, ἀσπόρως σαρκούμενον.
Ὕψους ἀνάσσων οὐρανῶν εὐσπλαγχνία,
Τελεῖ καθ' ἡμᾶς ἐξ ἀνυμφεύτου Κόρης,
Ἄϋλος ὧν τὸ πρόσθεν, ἀλλ' ἐπ' ἐσχάτων
Λόγος παχυνθεὶς σαρκί, τὸν πεπτωκότα,
Ἴνα πρὸς αὐτὸν ἑλκύση πρωτόκτιστον.
Κάθισμα Ἦχος πλ. δ'
Τὸ προσταχθὲν μυστικῶς
Ἀγαλλιάσθω οὐρανός, γῆ εὐφραινέσθω. ὅτι ἐτέχθη ἐπὶ γῆς, ὁ Ἀμνὸς τοῦ Θεοῦ, παρέχων τῶ κόσμω τὴν ἀπολύτρωσιν. Ὁ Λόγος ὁ ἐν τοῖς κόλποις ὧν τοῦ Πατρός, προῆλθεν ἐκ τῆς Παρθένου ἄνευ σπορᾶς, ὃν οἱ Μάγοι ἐξίσταντο, ὁρῶντες ἐν Βηθλεέμ, τικτόμενον ὦς νήπιον ὃν δοξάζει τὰ σύμπαντα.