Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Κυριακή 2 Νοεμβρίου 2008

ΑΓΙΟΙ ΜΑΡΤΥΡΕΣ ΑΚΙΝΔΥΝΟΣ, ΠΗΓΑΣΙΟΣ, ΑΦΘΟΝΙΟΣ, ΕΛΠΙΔΗΦΟΡΟΣ, ΑΝΕΜΠΟΔΙΣΤΟΣ

ΤΗ Β' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

NOEMBRIOY



Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἀκινδύνου, Πηγασίου Ἀφθονίου Ἐλπιδηφόρου καὶ Ἀνεμποδίστου.

Τὸ πεντάριθμον σύνταγμα, τῶν Μαρτύρων ὑμνήσωμεν, τὸν σοφὸν Ἀκίνδυνον καὶ Πηγάσιον, Ἐλπιδηφόρον Ἀφθόνιον, καὶ τὸν Ἀνεμπόδιστον, τοὺς γενναίους Ἀθλητάς, καὶ θερμοὺς ἀντιλήπτορας, τοὺς πηγάζοντας, ἀνεμπόδιστον χάριν καὶ ἐλπίδος, ἀφθονίαν ἀκινδύνως, τοὶς εὐσεβέσι παρέχοντας.
Οὐ λιμὸς οὐδὲ κίνδυνος, οὗ ζωὴ οὐδὲ θάνατος, οὐ λεβήτων βράσματα, οὐ γὴς χάσματα, οὐδὲ θηρίων τὰ στόματα, χωρίσαι δεδύνηνται, τῆς ἀγάπης τοῦ Χριστοῦ, τήν ὑμῶν καρτερόφρονες, γενναιότητα, πρὸς αὐτὸν γὰρ ἀπαύστως ἐνορῶντες, καὶ αὐτὸν μόνον ποθοῦντες, τοὺς δυσμενεῖς ἐτροπώσασθε.
Οἱ τρυφῆς ἀπολαύοντες, καὶ φωτὸς ἐμφορούμενοι, καὶ ζωὴν αἰώνιον κληρωσάμενοι, τοὺς πρὸς ὑμᾶς καταφεύγοντας, κινδύνων λυτρώσασθε, καὶ δεσμῶν καὶ φυλακῆς, καὶ παντοίας κακώσεως, τὴ θεόφρονι, πρὸς Θεὸν παρρησία κεχρημένοι, καὶ συμπάθειαν δεικνύντες, τὴν ἀληθῶς χρστομίμητον.
Σήμερον ἡ πενταυγὴς τῶν Μαρτύρων ὁμήγυρις, ὦς σελασφόρων ἀστέρων συνέλευσις, τοὺς πιστοὺς σελαγίζουσα, πρὸς μυστικὴν εὐφροσύνην ἐκάλεσεν. Οὗτοι καὶ γάρ, ὦς τοῦ νοητοῦ Ἠλίου θεράποντες, καὶ τῶν Περσικῶν καθαιρέται δογμάτων, τοὺς τῶ αἰσθητῶ Ἠλίω προσανέχοντας, καὶ προσκυνοῦντας τὸ πύρ, ἐχειραγώγησαν πρὸς εὐσέβειαν, ἐκέρασαν δὲ πλήρη τὸν ἀθλοφορικὸν αὐτῶν κρατήρα, καὶ τοὶς διὰ Χριστὸν ἐκχυθείσιν αἵμασιν ἔστεψαν, ἡμᾶς προτρεπόμενοι τοὺς εὐσεβείας ἐραστάς, Δεῦτε, λέγοντες, τοὺς ἀγῶνας ἡμῶν ἑστιάθητε καὶ τοὺς στεφάνους καὶ τὰ γέρα προσβλέψατε, ὁ γὰρ ὑπομεῖνας εἰς τέλος, οὗτος σωθήσεται, Χριστὸς ἡ ἀλήθεια ἀπεφήνατο, ἵνα κοινωνοὶ γένησθε τῶν στεφάνων ἡμῖν, καὶ πρεσβευτὰς ἡμᾶς, πρὸς Κύριον ἔχητε.
«Ὁ καθήμενος ἐν δόξῃ, ἐπὶ θρόνου θεότητος, ἐν νεφέλῃ κούφη, ἦλθεν Ἰησοῦς ὁ ὑπέρθεος, τὴ ἀκηράτω παλάμη καὶ διέσωσε, τοὺς κραυγάζοντας. Δόξα Χριστὲ τὴ δυνάμει σου».
Λαμπρυνόμενοι τῶ κάλλει, τῆς ἀρίστης ἀθλήσεως, φαεινοὶ λαμπτῆρες, Μάρτυρες Χριστοῦ ἀνεδείχθητε, φαεινοτάταις ἀκτίσι καταυγάζοντες, τοὺς κραυγάζοντας. Δόξα Χριστὲ τὴ δυνάμει σου.
Ἱλαστήριον τὸ αἷμα, τῶν Μαρτύρων γεγένηται, καὶ εὐωδεστάτη, ὄντως τῶ Θεῷ καθιέρωσις, ἀνεμποδίστως διδοῦσα τὴν ἀκίνδυνον, ἀναβρύουσαν, πᾶσι πηγὴν τῶν ἰάσεων.
Τῶν ποικίλων πειρασμῶν τε, καὶ κινδύνων τὴν ἔφοδον, ταὶς ὑμῶν πρεσβείαις, ταὶς πρὸς τὸν Χριστὸν διεκρούσασθε, τῶν ἐκτελούντων ἐν πίστει τὴν πανίερον, καὶ πανέορτον, μνήμην ὑμῶν ἀξιάγαστοι.
Ἀνατρέψαντες τῆς πλάνης, τῶν εἰδώλων τὸ ἄθεον, τοῦ Θεοῦ τῶν ὅλων, τὴν ζωοποιοῦσαν ἐνέργειαν, ἐπὶ τῶν ἔργων δεικνύντες ἐκραυγάζετε, ἀεισέβαστοι. Δόξα Χριστὲ τὴ δυνάμει σου.

Βιβλιογραφία
  1. Μηνιαίον Νοεμβρίου, Εκδ. Αποστολ. Διακονίας