Τετάρτη, 13 Απριλίου 2016

ΜΑΡΤΙΝΟΥ ΠΑΠΑ ΡΩΜΗΣ

Τῌ ΙΓ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΑΠΡΙΛΙΟΥ
Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Μαρτίνου, Πάπα Ῥώμης, καὶ τῶν σὺν αὐτῷ Ἐπισκόπων.

Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ ΙΓ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Μαρτίνου Πάπα Ῥώμης, τοῦ Ὁμολογητοῦ, καὶ τῶν σὺν αὐτῷ Ἐπισκόπων.
Στίχοι
Ὁ σὴν γεγηθὼς σάρκα Σῶτερ ἐσθίων,
Ἀπεκδύσει γέγηθε σαρκὸς Μαρτῖνος.
Ἀμφὶ τρίτῃ δεκάτῃ θάνε Μαρτῖνος περίπυστος.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Μαξίμου, Κυντιλλιανοῦ καὶ Δάδα.
Στίχοι
Τίνες κεφαλῶν οἶδε κείμενοι δίχα;
Κυντιλλιανός, Μάξιμός τε καὶ Δάδας.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἐλευθερίου τοῦ Πέρσου.
Στίχοι
Ἐλευθέριος οὐκ ἐδουλώθη πλάνῃ.
Ἐλεύθερος δὲ πρὸς ξίφους ἔστη στόμα.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Θεοδοσίου.
Στίχοι
Θεοῖς προσοίσειν μηδαμῶς πεισθεὶς δόσιν,
Ἤχθη Θεοδόσιος τὴν ἐπὶ ξίφους.

Τῇ αὐτῇ ἡμέρᾳ Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ζωΐλου.
Στίχοι
Τόξου βέλει, Ζώϊλε, πληγεὶς ἐν ξύλῳ,
Πλήττεις τὸν εἰσάξαντα τὴν φθορὰν ξύλῳ.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.