Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Τετάρτη 13 Απριλίου 2016

ΟΙ ΕΚ ΤΗΣ ΙΟΥΔΑΙΑΣ

«Οἱ ἐκ τῆς Ἰουδαίας, καταντήσαντες Παῖδες ἐν Βαβυλῶνι ποτέ, τῇ πίστει τῆς Τριάδος, τὴν φλόγα τῆς καμίνου, κατεπάτησαν ψάλλοντες· ὁ τῶν Πατέρων ἡμῶν, Θεός εὐλογητὸς εἶ».

Οἱ διπλῆς ἐνεργείας, καὶ θελήσεως Πάτερ Χριστὸν στερήσαντες, ἐστέρησάν σε θρόνου, ἐκδόντες ἐξορίαις, μακροτάταις κραυγάζοντα· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητός εἶ.

Ὑπελθὼν τὰς χρονίους, φυλακάς, οἷα φύλαξ ἀμώμου Πίστεως, αἱρέσεων τὸ σκότος, ἐμείωσας καὶ μέλπειν, τοὺς πιστοὺς κατεφώτισας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητός εἶ.

Κρύει καὶ παγετῷ σε, προσπαλαίοντα Πάτερ, καὶ ἀσθενείαις μακραῖς, ὑπέθαλπεν ἡ χάρις, ῥωννύουσα Μαρτῖνε, μελῳδοῦντα τῷ Πνεύματι, ὁ τῶν Πατέρων ἡμῶν· Θεός εὐλογητὸς εἶ.

Λέων Πάτερ καθάπερ, πεποιθὼς πρὸς ἀνόμους τομῶς ἐχώρησας, Θεόδωρον καὶ Κῦρον, καὶ Σέργιον καὶ Πύρρον, καὶ τοὺς τούτων ὁμόφρονας, τῆς τοῦ Χριστοῦ ἀφιστῶν, ἁγίας Ἐκκλησίας.