Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Τετάρτη 17 Απριλίου 2024

Ἐν τῇ Βασιλείᾳ σου μνήσθητι ἡμῶν Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου Λῃστὴν τοῦ Παραδείσου Χριστὲ πολίτην, ἐπὶ Σταυροῦ σοι βοήσαντα, τὸ Μνήσθητί μου προαπειργάσω, αὐτοῦ τῆς μετανοίας ἀξίωσον κᾀμὲ τὸν ἀνάξιον.

Ἐν τῇ Βασιλείᾳ σου μνήσθητι ἡμῶν Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου Λῃστὴν τοῦ Παραδείσου Χριστὲ πολίτην, ἐπὶ Σταυροῦ σοι βοήσαντα, τὸ Μνήσθητί μου προαπειργάσω, αὐτοῦ τῆς μετανοίας ἀξίωσον κᾀμὲ τὸν ἀνάξιον. Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ Βασιλεία τῶν Οὐρανῶν Τὸν Μανωὲ ἀκούεις πάλαι ψυχή μου, Θεοῦ ἐν φαντασίᾳ γενόμενον, καὶ τὸν ἐκ στείρας τότε λαβόντα, καρπὸν ἐπαγγελίας, αὐτοῦ τὸ εὐσεβὲς μιμησώμεθα. Μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται Τὴν τοῦ Σαμψὼν ζηλώσασα ῥαθυμίαν, τὴν δόξαν ἀπεκείρω τῶν ἔργων σου, ψυχὴ προδοῦσα τοῖς ἀλλοφύλοις, διὰ φιληδονίας, τὴν σώφρονα ζωὴν καὶ μακάριον. Μακάριοι οἱ πρᾳεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν Ὁ πρὶν ἐν σιαγόνι ὄνου νικήσας, τοὺς ἀλλοφύλους νῦν παρανάλωμα, τῆς ἐμπαθοῦς λαγνείας εὑρέθη, ἀλλ' ἔκφυγε ψυχή μου, τὴν μίμησιν, τὴν πρᾶξιν, τὴν χαύνωσιν. Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ χορτασθήσονται Βαρὰκ καὶ Ἰεφθάε οἱ στρατιάρχαι, κριταὶ τοῦ Ἰσραὴλ προεκρίθησαν, μεθ' ὧν Δεβόρρα ἡ ἀρρενόφρων, αὐτῶν ταῖς ἀριστείαις, ψυχὴ ἀρρενωθεῖσα κρατύνθητι. Μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται Τὴν Ἰαὴλ ἀνδρείαν ἔγνως ψυχή μου, τὴν τὸν Σισάρα πρὶν σκολοπίσασαν, καὶ σωτηρίαν ἐργασαμένην, τὸν πάσσαλον ἀκούεις, δι' οὗ σοι ὁ Σταυρὸς εἰκονίζεται. Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται Θῦσον ψυχὴ θυσίαν ἐπαινουμένην, πρᾶξιν ὡς θυγατέρα προσάγαγε, τῆς Ἰεφθάε καθαρωτέραν, καὶ σφάξον ὥσπερ θῦμα, τὰ πάθη τῆς σαρκὸς τῷ Κυρίῳ σου. Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ Υἱοὶ Θεοῦ κληθήσονται Τοῦ Γεδεὼν τὸν πόκον νόει ψυχή μου, ἐξ οὐρανοῦ τὴν δρόσον ὑπόδεξαι, καὶ κύψον ὥσπερ δορκὰς καὶ πίε, τὸ νᾶμα τὸ ἐκ νόμου, ῥυὲν τῇ ἀποθλίψει τοῦ γράμματος. Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ Βασιλεία τῶν οὐρανῶν Ἠλεῖ τοῦ Ἱερέως τὴν καταδίκην, ψυχή μου ἐπεσπάσω δι' ἔνδειαν, φρενῶν ἀνασχομένη τὰ πάθη, ἐν σοὶ ὥσπερ ἐκεῖνος, τὰ τέκνα ἐνεργεῖν τὰ παράνομα. Μακάριοι ἐστέ, ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα, καθ' ὑμῶν ψευδόμενοι, ἕνεκεν ἐμοῦ. Ἐν τοῖς κριταῖς Λευΐτης δι' ἐμμελείας, τὴν ἑαυτοῦ γυναίκα ταῖς δώδεκα, φυλαῖς διεῖλε ψυχή μου, ἵνα τὸ μῖσος θριαμβεύσῃ, τὸ ἐκ Βενιαμὶν τὸ παράνομον. Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς Ἡ φιλοσώφρων Ἄννα προσευχομένη, τὰ χείλη μὲν ἐκίνει πρὸς αἴνεσιν, φωνὴ δὲ ταύτης οὐκ ἐξηχεῖτο· ἀλλ' ὅμως στεῖρα οὖσα, Υἱὸν τῆς προσευχῆς τίκτει ἄξιον. Μνήσθητι ἡμῶν, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ Βασιλείᾳ σου Ἐν τοῖς κριταῖς ὁ Ἄννης ἐκρίθη γόνος, ὁ μέγας Σαμουήλ, ὃν ἐθρέψατο, ἡ Ἀρμαθὲμ ἐν οἴκῳ Κυρίου, αὐτὸν ζήλου ψυχή μου, καὶ κρῖναι πρὸς τῶν ἄλλων τὰ ἔργα σου. Μνήσθητι ἡμῶν, Δέσποτα, ὅταν ἔλθῃς ἐν τῇ Βασιλείᾳ σου Δαυῒδ εἰς Βασιλέα ἐκλελεγμένος, βασιλικῶς ἐχρίσθη τῷ κέρατι, τοῦ θείου μύρου· σὺ οὖν ψυχή μου, τὴν ἄνω Βασιλείαν εἰ θέλεις, μύρῳ χρῖσαι τοῖς δάκρυσιν. Μνήσθητι ἡμῶν, Ἅγιε, ὅταν ἔλθῃς ἐν τῇ Βασιλείᾳ σου Ἐλέησον τὸ πλάσμα σου Ἐλεῆμον, οἴκτειρον τῶν χειρῶν σου τὸ ποίημα, καὶ φεῖσαι πάντων ἡμαρτηκότων, κᾀμοῦ τοῦ ὑπὲρ πάντας, τοῖς σοῖς ὑπεριδόντος προστάγμασι. Δόξα... Ἀνάρχῳ καὶ γεννήσει τε καὶ προόδῳ, Πατέρα προσκυνῶ τὸν γεννήσαντα, Υἱὸν δοξάζω τὸν γεννηθέντα, ὑμνῶ τὸ συνεκλάμπον Πατρί τε, καὶ Υἱῷ, Πνεῦμα Ἅγιον. Καὶ νῦν ... Θεοτοκίον Τὸν ὑπερ φύσιν Τόκον σου προσκυνοῦμεν, τὴν κατὰ φύσιν δόξαν τοῦ βρέφους σου, μὴ διαιροῦντες Θεογεννῆτορ· ὁ εἷς γὰρ τῷ προσώπῳ, διττὸς ὁμολογεῖται ταῖς φύσεσιν.