Ἴδετε ἴδετε, ὅτι ἐγώ εἰμι Θεός, ὁ μάννα ἑπομβρήσας, καὶ τὸ ὕδωρ ἐκ πέτρας, πηγάσας πάλαι ἐν ἐρήμῳ τῷ λαῷ μου, τῇ μόνῃ δεξιᾷ, καὶ τῇ ἰσχύϊ τῇ ἐμῇ.
Ἴδετε ἴδετε, ὅτι ἐγώ εἰμι Θεός, ἐνωτίζου ψυχή μου, τοῦ Κυρίου βοῶντος, καὶ ἀποσπάσθητι τῆς πρῴην ἁμαρτίας, καὶ φοβοῦ ὡς δικαστήν, καὶ ὡς κριτὴν καὶ Θεόν.
Τίνι ὡμοιώθης, πολυαμάρτητε ψυχὴ; οἴμοι τῷ πρώτῳ Κάϊν, καὶ τῷ Λάμεχ ἐκείνῳ, λιθοκτονήσασα τὸ σῶμα κακουργίαις, καὶ κτείνασα τὸν νοῦν, ταῖς παραλόγοις ὁρμαῖς.
Πάντας τοὺς πρὸ νόμου, παραδραμοῦσα ὦ ψυχή, τῷ Σὴθ οὐχ ὡμοιώθης, οὐ τὸν Ἐνὼς ἐμιμήσω, οὐ τὸν Ἐνὼχ τῇ μεταθέσει, οὐ τὸν Νῶε, ἀλλ' ὤφθης πενιχρά, τῆς τῶν δικαίων ζωῆς.
Μόνη ἐξήνοιξας, τοὺς καταρράκτας τῆς ὀργῆς, τοῦ Θεοῦ σου ψυχή μου, καὶ κατέκλυσας πᾶσαν, ὡς γῆν τὴν σάρκα, καὶ τὰς πράξεις, καὶ τὸν βίον, καὶ ἔμεινας ἐκτός, τῆς σωστικῆς Κιβωτοῦ.
Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν
Ὅλῃ προθυμίᾳ, πόθῳ προσέδραμες Χριστῷ, τὴν πρὶν τῆς ἁμαρτίας, ὁδὸν ἀποστραφεῖσα, καὶ ἐν ἀβάτοις ταῖς ἐρήμοις τρεφομένη, καὶ τούτου καθαρῶς, τελοῦσα θείας ἐντολάς.
Δόξα...
Ἄναρχε ἄκτιστε, Τριὰς ἀμέριστε Μονάς, μετανοοῦντά με δέξαι, ἡμαρτηκότα σῶσον· σόν εἰμι πλάσμα, μὴ παρίδῃς, ἀλλὰ φεῖσαι, καὶ ῥῦσαι, τοῦ πυρὸς τῆς καταδίκης με.
Καὶ νῦν... Θεοτοκίον
Ἄχραντε Δέσποινα, Θεογεννῆτορ ἡ ἐλπίς, τῶν εἰς σὲ προστρεχόντων, καὶ λιμὴν τῶν ἐν ζάλῃ, τὸν ἐλεήμονα, καὶ Κτίστην καὶ Υἱόν σου, ἱλέωσαι κᾀμοί, ταῖς ἱκεσίαις ταῖς σαῖς.