Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Σάββατο 28 Σεπτεμβρίου 2013

ΠΑΘΗ ΤΑ ΤΟΥ ΣΩΜΑΤΟΣ

Πάθη τὰ τοῦ σώματος, δι' ἐγκρατείας ἐμάρανας, καὶ συντόνου δεήσεως, καὶ ὄφιν τὸν δόλιον, τῶν δακρύων ὄμβροις, ἀπέπνιξας Πάτερ, καὶ εὐηρέστησας Θεῷ, ὑπερβαλλόντως Χαρίτων Ὅσιε· διὸ σε κατεκόσμησεν, ἐπουρανίοις χαρίσμασιν, Ἰησοῦς ὁ φιλάνθρωπος, καὶ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.

Ἱδρῶσιν ἀσκήσεως, ἐναποσβέσας τοὺς ἄνθρακας, τῶν παθῶν ἀξιάγαστε, πυρὶ προσωμίλησας, αἰκισμῶν καὶ πόνων, καθομολογήσας, πρὸ τῶν ἀνόμων δικαστῶν, τοῦ σαρκωθέντος Λόγου τὴν κένωσιν, καὶ Μάρτυς ἐχρημάτισας, πεποικιλμένος, τοῖς στίγμασι, πολυτρόπων κολάσεων, θεοφόρε πανόλβιε.

Ἐρήμοις καὶ ὄρεσι, σὺ φυγαδεύων ἐμάκρυνας, τὴν ψυχὴν ἀκηλίδωτον, τηρῶν ἱερώτατε, καὶ Τριάδος οἶκος, Χαρίτων ἐδείχθης, ἧς τῇ δυνάμει ἱερούς, ἀνεδομήσω οἴκους μακάριε, καὶ μάνδρας εἰς σωτήριον, τῶν μοναστῶν περιποίησιν, τῶν τιμώντων τὴν μνήμην σου, τὴν ἁγίαν ἀοίδιμε.
Θεοφόρε Χαρίτων, σὺ καὶ μετὰ θάνατον ἐν οὐρανοῖς ζῇς ἐν τῷ Χριστῷ, δι' ὃν τῷ κόσμῳ σεαυτὸν ἀνεσταύρωσας· ἔξω γὰρ σαρκὸς καὶ κόσμου γενόμενος, ὑπὲρ τὰ ὁρώμενα ἔζης ἀληθῶς· οὐ γὰρ ἔζης σεαυτῷ, ἔζη δὲ μᾶλλον ἐν σοὶ Χριστὸς ὁ Θεὸς ἡμῶν· Αὐτὸν ἱκέτευε σωθῆναι τάς ψυχὰς ἡμῶν.