Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Σάββατο 13 Απριλίου 2013

ΤΙ ΣΕ ΝΥΝ ΜΑΡΤΙΝΕ ΠΡΟΣΦΘΕΓΞΩΜΑΙ; ΟΡΘΟΔΟΞΩΝ ΔΙΔΑΧΩΝ. ΚΑΘΗΓΗΤΗΝ

Τὶ σε νῦν Μαρτῖνε προσφθέγξωμαι; Ὀρθοδόξων διδαχῶν, καθηγητὴν πανευκλεῆ, κορυφαῖον ἱερόν, δογμάτων θείων ἀψευδῶς, τοῦ ψεύδους, ἀληθέστατον κατήγορον, τοῦ λόγου, γενναιότατον συνήγορον, ἱερουργὸν ἱερώτατον, θαυματουργὸν τιμιώτατον, ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Τὶ σε νῦν Μαρτῖνε καλέσωμεν, ποταμὸν πνευματικῶν, ναμάτων ἔμπλεων ἀεί, καταρδεύοντα ψυχάς, πρὸς εὐκαρπίαν νοητήν, λυχνίαν, εὐσεβείας φῶς ἐκλάμπουσαν, σταλάζον, ὄρος θείαν ἀγαλλίασιν· θείων λογίων ἐκφάντορα, πάσης αἱρέσεως ἔλεγχον, ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Τὶ σε νῦν Μαρτῖνε προσείπωμεν, τῆς σκηνῆς τῆς ἀληθοῦς, ἱερουργὸν πανευσεβῆ, μεσιτεύοντα Θεῷ, καὶ πλάσματι θεοπρεπῶς, κρατῆρα, πόμα θεῖον ἀναβλύζοντα· φωστῆρα, ζωῆς λόγον ὡς ἐπέχοντα, Δύσεως μὲν ἐξορμώμενον, Ἀνατολῇ δὲ φαινόμενον, ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.