Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Πέμπτη 18 Απριλίου 2013

ΑΣΠΟΡΟΥ ΣΥΛΛΗΨΕΩΣ, Ο ΤΟΚΟΣ ΑΝΕΡΜΗΝΕΥΤΟΣ

Ἀσπόρου συλλήψεως, ὁ τόκος ἀνερμήνευτος, Μητρὸς ἀνάνδρου, ἄφθορος ἡ κύησις· Θεοῦ γὰρ ἡ γέννησις, καινοποιεῖ τὰς φύσεις. Διό σε πᾶσαι αἱ γενεαί, ὡς Θεόνυμφον Μητέρα, ὀρθοδόξως μεγαλύνομεν.

Ὁ νοῦς τετραυμάτισται, τὸ σῶμα μεμαλάκισται, νοσεῖ τὸ πνεῦμα, ὁ λόγος ἠσθένησεν, ὁ βίος νενέκρωται, τὸ τέλος ἐπὶ θύραις· διό μοι τάλαινα ψυχή, τί ποιήσεις ὅταν ἔλθῃ, ὁ Κριτὴς ἀνερευνῆσαι τὰ σά;

Μωσέως παρήγαγον, ψυχὴ τὴν κοσμογένεσιν, καὶ ἐξ ἐκείνου, πᾶσαν ἐνδιάθετον, γραφὴν ἱστοροῦσάν σοι, δικαίους καὶ ἀδίκους, ὧν τοὺς δευτέρους ὦ ψυχή, ἐμιμήσω, οὐ τοὺς πρώτους, εἰς Θεὸν ἐξαμαρτήσασα.

Ὁ Νόμος ἠσθένησεν, ἀργεῖ το Εὐαγγέλιον, Γραφὴ δὲ πᾶσα, ἐν σοὶ παρημέληται, Προφῆται ἠτόνησαν, καὶ πᾶς δικαίου λόγος, αἱ τραυματίαι σου ὦ ψυχή, ἐπληθύνθησαν, οὐκ ὄντος, ἰατροῦ τοῦ ὑγιοῦντός σε.

Τῆς νέας παράγω σοι, Γραφῆς τὰ ὑποδείγματα, ἐνάγοντά σε, ψυχὴ πρὸς κατάνυξιν, δικαίους οὖν ζήλωσον, ἁμαρτωλοὺς ἐκτρέπου, καὶ ἐξιλέωσαι Χριστόν, προσευχαῖς τε καὶ νηστείαις, καὶ ἁγνείᾳ καὶ σεμνότητι.

Χριστὸς ἐνηνθρώπησε, καλέσας εἰς μετάνοιαν, λῃστὰς καὶ πόρνας, ψυχὴ μετανόησον, ἡ θύρα ἠνέῳκται, τῆς Βασιλείας ἤδη, καὶ προαρπάζουσιν αὐτήν, Φαρισαῖοι καὶ Τελῶναι, καὶ μοιχοὶ μεταποιούμενοι.

Χριστὸς ἐνηνθρώπησε, σαρκὶ προσομιλήσας μοι, καὶ πάντα ὅσα, ὑπάρχει τῆς φύσεως, βουλήσει ἐπλήρωσε, τῆς ἁμαρτίας δίχα, ὑπογραμμόν σοι ὦ ψυχή, καὶ εἰκόνα προδεικνύων, τῆς αὐτοῦ συγκαταβάσεως.

Χριστὸς Μάγους ἔσωσε, Ποιμένας συνεκάλεσε, Νηπίων δήμους, ἀπέδειξε Μάρτυρας, Πρεσβύτην ἐδόξασε, καὶ γηραλέαν Χήραν, ὧν οὐκ ἐζήλωσας ψυχή, οὐ τὰς πράξεις, οὐ τὸν βίον, ἀλλ' οὐαί σοι ἐν τῷ κρίνεσθαι!

Νηστεύσας ὁ Κύριος, ἡμέρας τεσσαράκοντα, ἐν τῇ ἐρήμῳ, ὕστερον ἐπείνασε, δεικνὺς τὸ ἀνθρώπινον. Ψυχὴ μὴ ἀθυμήσῃς, ἂν σοι προσβάλλῃ ὁ ἐχθρός, προσευχῇ τε καὶ νηστείᾳ, ἐκ ποδῶν ἀποκρουσθήτω σοι.

Χριστὸς ἐπειράζετο, Διάβολος ἐπείραζε, δεικνὺς τοὺς λίθους, ἵνα ἄρτοι γένωνται, εἰς ὄρος ἀνήγαγεν, ἰδεῖν τὰς βασιλείας, τοῦ Κόσμου πάσας ἐν ῥιπῇ· Φοβοῦ ὦ ψυχὴ τὸ δρᾶμα, νῆφε, εὔχου, πᾶσαν ὥραν Θεῷ.

Τρυγὼν ἡ φιλέρημος, φωνὴ βοῶντος ἤχησε, Χριστοῦ ὁ λύχνος, κηρύττων μετάνοιαν, Ἡρῴδης ἠνόμησε, σὺν τῇ Ἡρῳδιάδι. Βλέπε ψυχή μου μὴ παγῇς, τῶν ἀνόμων ταῖς παγίσιν, ἀλλ' ἀσπάζου τὴν μετάνοιαν.

Τὴν ἔρημον ᾤκησε, τῆς χάριτος ὁ Πρόδρομος, καὶ Ἰουδαία, πᾶσα καὶ Σαμάρεια, ἀκούοντες ἔτρεχον, καὶ ἐξωμολογοῦντο, τὰς ἁμαρτίας ἑαυτῶν, βαπτιζόμενοι προθύμως, οὓς αὐτὴ οὐκ ἐμιμήσω ψυχή.

Ὁ γάμος μὲν τίμιος, ἡ κοίτη δὲ ἀμίαντος· ἀμφότερα γάρ, Χριστὸς προευλόγησε, σαρκὶ ἐσθιόμενος, καὶ ἐν Κανᾷ τῷ γάμῳ, τὸ ὕδωρ οἶνον ἐκτελῶν, καὶ δεικνύων πρῶτον θαῦμα, ἵνα σὺ μετατεθῇς ὦ ψυχή.

Παράλυτον ἔσφιγξε, Χριστὸς τὴν κλίνην ἄραντα, καὶ νεανίσκον, θανέντα ἐξήγειρε, τῆς χήρας τὸ κύημα, καὶ τοῦ Ἑκατοντάρχου, καὶ Σαμαρείτιδι φανείς, τὴν ἐν πνεύματι λατρείαν, σοὶ ψυχὴ προεζωγράφησεν.

Αἱμόρρουν ἰάσατο, ἁφῇ κρασπέδου Κύριος, λεπροὺς καθῆρε, τυφλοὺς καὶ χωλεύοντας, φωτίσας ἠνώρθωσε, κωφούς τε καὶ ἀλάλους, καὶ τὴν συγκύπτουσαν χαμαί, ἐθεράπευσε τῷ λόγῳ, ἵνα σὺ σωθῇς ἀθλία ψυχή.

Τὰς νόσους ἰώμενος, πτωχοῖς εὐηγγελίζετο, Χριστὸς ὁ Λόγος, κυλλοὺς ἐθεράπευσε, τελώναις συνήσθιεν, ἁμαρτωλοῖς ὡμίλει, τῆς Ἰαείρου θυγατρός, τὴν ψυχὴν προμεταστάσαν, ἐπανήγαγεν ἁφῇ τῆς χειρός.

Τελώνης ἐσῴζετο, καὶ Πόρνη ἐσωφρόνιζε, καὶ Φαρισαῖος, αὐχῶν κατεκρίνετο· ὁ μὲν γάρ, Ἱλάσθητι, ἡ δέ, Ἐλέησόν με, ὁ δὲ ἐκόμπαζε, βοῶν· ὁ Θεὸς εὐχαριστῶ σοι, καὶ ἑξῆς τὰ τῆς ἀνοίας ῥητά.

Ζακχαῖος Τελώνης ἦν, ἀλλ' ὅμως διεσῴζετο, καὶ Φαρισαῖος, ὁ Σίμων ἐσφάλλετο, καὶ Πόρνη ἐλάμβανε, τὰς ἀφεσίμους λύσεις, παρὰ τοῦ ἔχοντος ἰσχύν, ἀφιέναι ἁμαρτίας, ἣν ψυχὴ σπεῦσον μιμήσασθαι.

Τὴν Πόρνην ὦ τάλαινα, ψυχή μου οὐκ ἐζήλωσας, ἥτις λαβοῦσα, μύρου τὸ ἀλάβαστρον, σὺν δάκρυσιν ἤλειψε, τοὺς πόδας τοῦ Κυρίου, ἐξέμαξε δὲ ταῖς θριξί, τῶν ἀρχαίων ἐγκλημάτων, τὸ χειρόγραφον ῥηγνύοντος αὐτῇ.

Τὰς πόλεις αἷς ἔδωκε, Χριστὸς τὸ Εὐαγγέλιον, ψυχή μου ἔγνως, ὅπως κατηράθησαν, φοβοῦ τὸ ὑπόδειγμα, μὴ γένῃ ὡς ἐκεῖναι· ταῖς ἐν Σοδόμοις γὰρ αὐτάς, ὁ Δεσπότης παρεικάσας, ἕως ᾍδου κατεδίκασε.

Μὴ χείρων ὦ ψυχή μου, φανῇς δι' ἀπογνώσεως, τῆς Χαναναίας, τὴν πίστιν ἀκούσασα, δι' ἧς τὸ θυγάτριον, λόγῳ Θεοῦ ἰάθη. Υἱὲ Δαυῒδ σῶσον κᾀμέ, ἀναβόησον ἐκ βάθους, τῆς καρδίας ὡς ἐκείνη Χριστῷ.

Σπλαγχνίσθητι σῶσόν με, Υἱὲ Δαυῒδ ἐλεησον, ὁ δαιμονῶντας, λόγῳ ἰασάμενος, φωνὴν δὲ τὴν εὔσπλαγχνον, ὡς τῷ Λῃστῇ μοι φράσον· Ἀμήν σοι λέγω μετ' ἐμοῦ, ἔσῃ ἐν τῷ Παραδείσῳ, ὅταν ἔλθω ἐν τῇ δόξῃ μου.

Λῃστὴς κατηγόρει σοι, Λῃστὴς ἐθεολόγει σοι· ἀμφότεροι γάρ, σταυρῷ συνεκρέμαντο, ἀλλ' ὦ Πολυεύσπλαγχνε, ὡς τῷ πιστῷ Λῃστῇ σου, τῷ ἐπιγνόντι σε Θεόν, κᾀμοὶ ἄνοιξον τὴν θύραν, τῆς ἐνδόξου βασιλείας σου.

Ἡ κτίσις συνείχετο, σταυρούμενόν σε βλέπουσα, ὄρη καὶ πέτραι, φόβῳ διερρήγνυντο, καὶ γῆ συνεσείετο, καὶ ᾍδης ἐγυμνοῦτο, καὶ συνεσκότασε τὸ φῶς, ἐν ἡμέρᾳ καθορῶν σε, Ἰησοῦ, προσηλωμένον σαρκί.

Ἀξίους μετανοίας, καρποὺς μὴ ἀπαιτήσῃς με· ἡ γὰρ ἰσχύς μου, ἐν ἐμοὶ ἐξέλιπε, καρδίαν μοι δώρησαι, ἀεὶ συντετριμμένην, πτωχείαν δὲ πνευματικήν, ἵνα ταῦτά σοι προσοίσω, ὡς δεκτὴν θυσίαν μόνε Σωτήρ.

Κριτά μου καὶ γνῶστά μου, ὁ μέλλων πάλιν ἔρχεσθαι, σὺν τοῖς Ἀγγέλοις, κρῖναι Κόσμον ἅπαντα, ἱλέῳ σου ὄμματι, τότε ἰδών με φεῖσαι, καὶ οἴκτειρόν με Ἰησοῦ, τὸν ὑπὲρ τὴν πᾶσαν φύσιν, τῶν ἀνθρώπων ἁμαρτήσαντα.
Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν
Ἀπάσας ἐξέστησας, τῇ ξένῃ πολιτείᾳ σου, Ἀγγέλων τάξεις, βροτῶν τὰ συστήματα, ἀΰλως βιώσασα, καὶ φύσιν ὑπερβᾶσα, ἀνθ' ὧν ὡς ἄϋλος τοῖς ποσίν, ἐπιβαίνουσα Μαρία, Ἰορδάνην διεπέρασας.
Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν
Τὸν Κτίστην ἱλέωσαι, ὑπὲρ τῶν εὐφημούντων σε, ὁσία Μῆτερ, ῥυσθῆναι κακώσεων, καὶ θλίψεων τῶν κύκλῳ, συνεπιτιθεμένων, ἵνα ῥυσθέντες τῶν πειρασμῶν, μεγαλύνωμεν ἀπαύστως, τὸν δοξάσαντά σε Κύριον.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν
Ὁ δείξας ἐράσμιον τὸ Νύμφης Κάλλος ἄριστον, Ῥουβῆν, Ἀνδρέας, ζήτω ψάλτης κράτιστος, Χριστὸν ἱλασκόμενος, καὶ μὴ ἀποθανέτω, ἀλλ' ὥσπερ στόμα Θεοῦ, πολλούς ἀδελφούς, Χριστῷ προσάγοι, ἐπὶ τράχηλον Ἐχθροῦ ἀτελεύτητον.
Δόξα...
Πατέρα δοξάσωμεν, Υἱὸν ὑπερυψώσωμεν, τὸ θεῖον Πνεῦμα, πιστῶς προσκυνήσωμεν, Τριάδα ἀχώριστον, Μονάδα κατ' οὐσίαν, ὡς φῶς καὶ φῶτα καὶ ζωήν, καὶ ζωὰς ζωοποιοῦσαν, καὶ φωτίζουσαν τὰ πέρατα.

Τὴν Πόλιν σου φύλαττε, Θεογεννῆτορ πάναγνε· ἐν σοὶ γὰρ αὕτη, πιστῶς βασιλεύουσα, ἐν σοὶ καὶ κρατύνεται, καὶ διὰ σοῦ νικῶσα, τροποῦται πάντα πειρασμόν, καὶ σκυλεύει πολεμίους καὶ διέπει τὸ ὑπήκοον.
Ἀσπόρου συλλήψεως, ὁ τόκος ἀνερμήνευτος, Μητρὸς ἀνάνδρου, ἄφθορος ἡ κύησις· Θεοῦ γὰρ ἡ γέννησις, καινοποιεῖ τὰς φύσεις· διό σε πᾶσαι αἱ γενεαί, ὡς Θεόνυμφον Μητέρα, ὀρθοδόξως μεγαλύνομεν.