Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Τρίτη 19 Μαρτίου 2013

ΧΕΙΡΑΣ ΕΚΠΕΤΑΣΑΣ ΔΑΝΙΗΛ

«Χεῖρας ἐκπετάσας Δανιήλ, λεόντων χάσματα, ἐν λάκκῳ ἔφραξε, πυρὸς δὲ δύναμιν ἔσβεσαν, ἀρετὴν περιζωσάμενοι, οἱ εὐσεβείας ἐρασταί, Παῖδες κραυγάζοντες· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον».

Στερρότητι μάκαρ λογισμοῦ, ἀντιταξάμενος τῷ ματαιόφρονι, ξεσμοὺς τοῦ σώματος ἤνεγκας, καὶ λαμπάσι φλογιζόμενος, οὐ κατεφλέχθης, τοῖς Παισὶ συμψάλλων Χρύσανθε· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Σοφίᾳ κοσμούμενος Χριστοῦ, ἐναπεμώρανας, ἀσόφων φρύαγμα, καὶ νοῦν ἀλάστορα ᾔσχυνας, τοῦ τὴν Εὔαν ἀπατήσαντος, αἰχμαλωτίσας εὐσεβῶς, τούτου τὸ ὅπλον Σοφέ, καὶ προσάξας, Νύμφην Θεῷ ἐκλεκτὴν διὰ πίστεως.

Ἑνώσει ψυχῆς τὴν τῆς σαρκός, φυγόντες ἕνωσιν, ἁγνὰ κειμήλια, τοῦ Παντοκράτορος ὤφθητε, καὶ Ναῷ προσανετέθητε, ἐπουρανίῳ Ἀθληταί, ἀναβοῶντες Χριστῷ· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Βουλήσει Θεοῦ τῶν τῆς σαρκός, παθῶν κρατήσαντες, πῦρ ἀπετέφρωσαν, τὸ τῶν κολάσεων Χρύσανθος, καὶ Δαρεία δρόσῳ Πνεύματος, καὶ τῶν στεφάνων τῆς ζωῆς ἔτυχον μέλποντες· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.