Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Παρασκευή 15 Μαρτίου 2013

ΚΛΗΡΟΝ ΠΑΤΡΩΟΝ ΜΗ ΦΥΛΑΞΑΝΤΕΣ

Κλῆρον πατρῷον μὴ φυλάξαντες, τῆς ἁμαρτίας νόμῳ κατεδουλώθημεν, ἀλλ' ἐκτείνας τὰς παλάμας σου, ἐν τῷ Σταυρῷ τῷ θείῳ, ἐλευθερίαν πᾶσιν, ἐδωρήσω δι' αὐτοῦ, ὃν σοι πίστει προσάγομεν, ἐν ἡμέραις ἁγίαις. Ἐλέησον ἡμᾶς Ἐλεῆμον, σὲ ὑπερυψοῦντας, εἰς πάντας τοὺς αἰῶνας.

Ὁ τῷ Σταυρῷ σου τὴν διάστασιν, καὶ τοῦ φραγμοῦ ἐξάρας τε τὸ μεσότοιχον, εἰρήνην ἐν τοῖς πέρασιν, ἐγκαινίσας πλουσίαν, εἰρηνευούσῃ δίδου, διελθεῖν ἡμᾶς Χριστέ, καταστάσει τὴν μέλλουσαν νηστείαν, σὲ Κύριον ὑμνοῦντας ἀπαύστως, καὶ ὑπερυψοῦντας, εἰς πάντας τοὺς αἰῶνας.

Ἡ τῆς νηστείας χάρις σήμερον, ἡλιακὰς ἀκτῖνας, πᾶσι προβάλλεται, προκαθαίρουσα τὴν ζόφωσιν, τὴν ἐκ τῆς ἁμαρτίας, οἱ συσχεθέντες πάθεσι, ποικίλοις ἐν χαρᾷ, προσελθόντες δεξώμεθα τὸ δῶρον φιλοφρόνως. Τὸν Κύριον ὑμνεῖτε βοῶντες, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Πικρῶς τρυγήσας ὁ Πρωτόπλαστος, ἐν Παραδείσῳ πάλαι, βρῶσιν παράλογον, ἀπερρίφη καὶ κατάκριτος, τῆς τρυφῆς ἐξεβλήθη, ἀλλ' ἐπὶ ξύλου, ἥλοις προσπαγείς, τὸ πονηρὸν γραμματεῖον, προσήλωσας τῆς αὐτοῦ ἁμαρτίας· διό σου τὴν πολλὴν εὐσπλαγχνίαν, ἀνυμνολογοῦμεν, εἰς πάντας τοὺς αἰῶνας,

Νόμον νηστείας ἀπωσάμενοι, τῆς ἁμαρτίας, βόθρῳ, κατωλισθήσαμεν, καὶ νηστείας ἐδεήθημεν, τῆς νῦν εἰσαγομένης, ἥν περ Οἰκτίρμον, χάριν διανύουσιν ἡμῖν, οὐρανόθεν κατάπεμψον, καὶ εἰρήνην πλουσίαν. Τὸν Κύριον ὑμνεῖτε βοῶσι, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.