Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Παρασκευή 18 Ιανουαρίου 2013

ΑΣΤΡΑΠΑΙΣ ΤΟΥ ΚΗΡΥΓΜΑΤΟΣ... ΙΕΡΩΤΑΤΕ ΚΥΡΙΛΛΕ

Διωγμοὺς ἐκαρτέρησας, καὶ κινδύνους ὑπέμεινας, θεορρῆμον Ὅσιε Ἀθανάσιε, ἕως τὴν πλάνην ἐξώρισας, Ἀρείου τὴν ἄθεον· καὶ τὴν Ποίμνην τῆς αὐτοῦ, ἀσεβείας διέσωσας, ὁμοούσιον, τῷ Πατρὶ δογματίζων τὸν Υἱόν τε, καὶ τὸ Πνεῦμα ὀρθοδόξως, Ἱερουργὲ παμμακάριστε.

Ἀστραπαῖς τοῦ κηρύγματος, τοὺς ἐν σκότει ἐφώτισας, καὶ τὴν πλάνην ἅπασαν ἀπεδίωξας, προκινδυνεύων τῆς Πίστεως, στερρὲ Ἀθανάσιε, ὡς ποιμὴν ἀληθινός, ὡς ἑδραίωμα ἄσειστον, παναοίδιμε, τῆς Χριστοῦ Ἐκκλησίας· διὰ τοῦτο, συνελθόντες σε τιμῶμεν, μελῳδικῶς ἀγαλλόμενοι.

Ἀρετὴν πᾶσαν ἤσκησας, ἐπιμόνως Θεόπνευστε, καὶ χρισθεὶς τῷ Πνεύματι χρῖσμα ἅγιον, Ἱερουργὸς Ἱερώτατος, σαφῶς ἐχρημάτισας, καὶ Ποιμὴν ἀληθινός, καὶ τῆς Πίστεως πρόμαχος· ὅθεν ἅπασα, Ἐκκλησία δοξάζει σου τὴν μνήμην, ἱερῶς ἐπιτελοῦσα, καὶ τὸν Σωτῆρα δοξάζουσα.
Τοῖς πυρίνοις σου δόγμασι, τῶν αἱρέσεων ἅπασα, φρυγανώδης φλέγεται ὕλη Πάνσοφε· τῶν νοημάτων τοῖς βάθεσι, βυθίζεται στράτευμα, ἀπειθούντων δυσσεβῶν, τοῖς δὲ δόγμασι Κύριλλε, τῆς σοφίας σου, καλλωπίζεται Μάκαρ καθ᾿ ἑκάστην, τῶν πιστῶν ἡ Ἐκκλησία, μεγαλοφώνως τιμῶσά σε.

Εὐφραδίᾳ τῶν λόγων σου, ἱερώτατε Κύριλλε, Ἐκκλησία ἅπασα ὡραΐζεται, καὶ εὐσεβῶς καλλωπίζεται, ὡραίοις ἐν κάλλεσι, καὶ τιμᾷ σου ἱερῶς, τὴν ἁγίαν καὶ εὔσημον, μνήμην ἔνδοξε, Ὀρθοδόξων τὸ κλέος, τῶν Πατέρων, κορυφαῖε τῆς Συνόδου, τῆς Παναγίας ὑπέρμαχε.

Τῆς Χριστοῦ ἀπεδίωξας, νοητοὺς λύκους Κύριλλε, Ἐκκλησίας σκίμπωνι τῶν δογμάτων σου· καὶ ταύτην κύκλῳ ἐτείχισας, λόγων ὀχυρώμασι, παραστήσας τῷ Χριστῷ, ἀσινῆ καὶ ἀλώβητον, ὃν ἱκέτευε, ἐκ φθορᾶς καὶ κινδύνων λυτρωθῆναι, τοὺς ἐν πίστει ἐκτελοῦντας, τὴν ἀεισέβαστον μνήμην σου.

Ἱεραρχῶν τοὺς ἀρχηγούς, Πατριαρχῶν τοὺς ἀκραίμονας, καὶ παμφαεῖς φωστῆρας τῆς οἰκουμένης, τῶν ἐννοιῶν τοῦ Χριστοῦ τοὺς ἐκφάντορας, συνελθόντες ὧ φιλέορτοι, πνευματικοῖς ἐγκωμίοις αἰνέσωμεν λέγοντες· Χαίροις σοφὲ Ἀθανάσιε, ἐπώνυμε τῆς ἀθανασίας, ὁ τὸν ληρώδη Ἄρειον, καθάπερ λύκον ἐκσφενδονήσας τοῖς ποίμνης τοῦ Χριστοῦ, τῇ ἐλαστικῇ σφενδόνῃ τῶν θεοσόφων δογμάτων σου. Χαίροις ἀστὴρ παμφαέστατε, ὑπέρμαχε τῆς Ἀειπαρθένου, ὁ στεντορείως αὐτὴν Θεοτόκον, ἐν μέσῳ τοῦ ἐν Ἐφέσῳ ἱεροῦ συλλόγου, ἀνακηρύξας λαμπρῶς, καὶ τῶν Νεστορίου ληρημάτων καθαιρέτα, παμμακάριστε Κύριλλε· Χαίρετε θεολογίας πηγαί, θεοσοφίας ποταμοὶ ἀέναοι, καὶ βρύσεις θείας γνώσεως. Ἀλλ᾿ ὦ Πατέρες τρισόλβιοι, μὴ παύσησθε πρεσβεύοντες Χριστῷ, ὑπὲρ τῶν πίστει καὶ πόθῳ τελούντων ὑμῶν, τὴν πανίερον καὶ θείαν πανήγυριν.