Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Δευτέρα 7 Ιανουαρίου 2013

ΤΩ ΤΗΝ ΑΒΑΤΟΝ, ΚΥΜΑΙΝΟΜΕΝΗΝ ΘΑΛΑΣΣΑΝ

«Τῷ τὴν ἄβατον, κυμαινομένην θάλασσαν, θείῳ αὐτοῦ προστάγματι, ἀναξηράναντι, καὶ πεζεῦσαι δι' αὐτῆς, τὸν Ἰσραηλίτην λαὸν καθοδηγήσαντι, Κυρίῳ ᾄσωμεν· ἐνδόξως γὰρ δεδόξασται».

Βαπτιζόμενον, τῷ τῶν παθῶν μου κλύδωνι, Πρόδρομε ταῖς πρεσβείαις σου, φθάσας διάσωσον· ἀπαθείας γὰρ αὐτός, γέγονας δοχεῖον σεπτόν, καὶ καθαρώτατον, Κυρίῳ ἄνωθεν, ἐκ βρέφους ἀνακείμενος.

Ἀγαλλόμενος, ὁ Θεῷ παριστάμενος, Ἄγγελος τὸν ἰσάγγελον, εὐηγγελίσατο, Ζαχαρία τῷ σεπτῷ, σοῦ ἱεραρχοῦντι Πατρί, σὲ παμμακάριστε, Κυρίου Πρόδρομον, καὶ φίλον γενησόμενον.

Πλήρης γέγονας, τοῦ Παναγίου Πνεύματος, ἔτι κοιλίᾳ σῆς Μητρός, ἒνδον φερόμενος, καὶ σκιρτήματι τερπνῷ, τὸν τῆς Παρθενίας καρπόν, χαίρων ἐμήνυσας, καὶ προσεκύνησας, Προφῆτα πανσεβάσμιε.

Τὸν τὴν ἄβατον, πᾶσιν ἀνθρώποις πρότερον, ξένην ὁδὸν βιώσεως, ἀποτεμόμενον, καὶ βαπτίσαντα Χριστόν, ἐν ταῖς Ἰορδάνου ῥοαῖς, ἀνευφημήσωμεν, Κυρίου Πρόδρομον, τὸν θεῖον καὶ θεόφρονα.