Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Παρασκευή 14 Δεκεμβρίου 2012

ΘΥΡΣΟΣ Ο ΘΑΥΜΑΣΙΟΣ, ΚΑΙ Ο ΘΕΟΦΡΩΝ ΚΑΛΛΙΝΙΚΟΣ

Θύρσος ὁ θαυμάσιος, καὶ ὁ θεόφρων Καλλίνικος, καὶ ὁ ἔνδοξος Λεύκιος, Τριάδα τὴν ἄκτιστον, καθομολογοῦντες, πόνους βαρυτάτους, καὶ ἀνενδότους αἰκισμούς, ἀνδρειοτάτῃ γνώμῃ ὑπέμειναν, καὶ νίκης τὸ διάδημα, ὡς νικηφόροι ἀπέλαβον, συμπολῖται γενόμενοι, τῶν ἀΰλων δυνάμεων.

Φιλήμων ὁ μέγιστος, Ἀρριανὸς ὁ πανόλβιος, ὁ σοφὸς Ἀπολλώνιος, αἱμάτων τοῖς ῥεύμασι, τῆς πολυθεΐας, ἔσβεσαν τὴν φλόγα, πᾶσαν κατήρδευσαν τὴν γῆν, θεογνωσίας τοῖς θείοις ῥεύμασι, καὶ ὄμβροις τῶν ἰάσεων, τῶν παθημάτων ξηραίνουσι, ποταμοὺς θείᾳ χάριτι, οἱ Καλλίνικοι Μάρτυρες.

Ἄνθη ὡραιότατα, ἐν τῷ λειμῶνι ἐξήνθησαν, τῶν Μαρτύρων οἱ ἔνδοξοι, τοῦ Πνεύματος πέμποντες, θείαν εὐωδίαν, καὶ τὰς διανοίας, εὐωδιάζοντες πιστῶς, τῶν ἐτησίαις μνήμαις τιμώντων αὐτῶν, τοὺς ἄθλους, τὰ παλαίσματα, τὴν μακαρίαν τελείωσιν, δι' ἧς φῶς τὸ ἀνέσπερον, κατοικοῦσι γηθόμενοι.