Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Σάββατο 30 Ιουνίου 2012

Ο ΘΕΙΟΣ ΚΑΙ ΠΑΝΣΟΦΟΣ ΧΟΡΟΣ, ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ ΧΡΙΣΤΟΥ

Ὁ θεῖος καὶ πάνσοφος χορός, τῶν Ἀποστόλων Χριστοῦ, πυρὶ τοῦ Πνεύματος, ὡς ὕλην εὔπρηστον ἔφλεξε, τῶν δαιμόνων τὰ σεβάσματα, καὶ τὰς καρδίας τῶν πιστῶν ἐφωταγώγησε, τῶν βοώντων· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

Σύμφώνως τοὺς θείους μαθητάς, καὶ Ἀποστόλους Χριστοῦ, τοὺς τὰ οὐράνια, ἡμῖν βροντήσαντας δόγματα, τοὺς λειμῶνας τοὺς τῆς πίστεως, τοὺς εὐεργέτας τοὺς κοινούς τῆς ἀνθρωπότητος, τοῦ Σωτῆρος, τοὺς ὑπηρέτας ἐν ὕμνοις τιμήσωμεν.

Τὰ πάνσεπτα καὶ χωρητικά, δοχεῖα τοῦ φωτός, τὰς τῶν βροτῶν ἀπαρχάς, τὰς τοῦ κηρύγματος σάλπιγγας, τοὺς χειμάρρους τῆς ἀφθάρτου ζωῆς, τὰς θεοφόρους ἀστραπάς, τὰς ἰαμάτων πηγάς, τοὺς νοεροὺς πόδας τοῦ Εὐαγγελίου δοξάσωμεν.