Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Παρασκευή 6 Απριλίου 2012

ΠΕΡΙΦΡΟΝΗΣΑΣΑ ΨΥΧΗ ΜΟΥ ΤΩΝ ΘΕΙΩΝ ΧΡΗΣΜΩΝ

Περιφρονήσασα ψυχή μου τῶν θείων χρησμῶν, εὐάλωτος γέγονας, ταῖς μηχαναῖς τοῦ ἐχθροῦ· οἰκείᾳ ῥοπῇ, παραδοθεῖσα τῇ φθορᾷ, καὶ καρωθεῖσα ὑπὸ ἁμαρτίας πολλῆς, τὸ θεότευκτον ἄμφιον ἐρρύπωσας, καὶ ἀνευτρέπιστον τοῦ βασιλικοῦ γάμου πεποίηκας, ἀλλ' ἵνα μὴ σὺν τῇ ἁμαρτίᾳ ἑλκυσθῇς, καὶ ὑποκεκρυμμένη τῶν παθῶν τῷ ἐνδύματι, ἀνακλιθεῖσα, τὰς εὐθύνας τῆς εἰσόδου εἰσπραχθῇς, καὶ τοῦ νυμφῶνος ἐκβληθῇς, τῷ Σωτῆρι κράξον. Τὸ φοβερὸν ὄμμα, ὁ λαβὼν ὅπερ εἰμί, καὶ ὃς ἧς μὴ ἐάσας, καὶ πρὸ σταυροῦ, χλαμύδα ἐμπαιγμοῦ δι' ἐμὲ φορέσας, τὸν σάκκον μου διάρρηξον, καὶ εὐφροσύνην ἀμφίασον, καὶ ἐκ σκότους ἐξωτέρου, καὶ κλαυθμοῦ αἰωνίου ῥῦσαί με, καὶ ἐλέησόν με. (Δίς)