Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Σάββατο 21 Απριλίου 2012

ΤΡΙΣΤΑΤΑΣ ΚΡΑΤΑΙΟΥΣ

«Τριστάτας κραταιούς, ὁ τεχθεὶς ἐκ Παρθένου, ἀπαθείας ἐν βυθῷ, ψυχῆς τὸ τριμερές, καταπόντισον δέομαι, ὅπως σοι ὡς ἐν τυμπάνῳ, τῇ νεκρώσει τοῦ σώματος, ἐπινίκιον ᾄσω μελῴδημα».

Συνὼν ταῖς στρατιαῖς, τῶν ἀΰλων, Ἀγγέλων, καὶ μεθέξει φωτισμοῦ, ἀδύτου τὴν ψυχήν, ἱερῶς φωτιζόμενος, φώτισόν μου τὴν καρδίαν, τὴν φωσφόρον σου σήμερον, ἑορτὴν εὐφημοῦντος μακάριε.

Ὑπῆρξας ἐκ παιδός, ἱερώτατος ὅλως, ἀρεταῖς συναυξηθείς, καὶ χρῖσμα ἱερόν, εἰληφὼς ἱεράτευσας, Ὅσιε λαὸν ποιμάνας, μαρτυρίου δὲ αἵματι, λαμπρυνθεὶς ὑπέρ ἥλιον ἔλαμψας.

Στρατὸς φωτοειδής, ἱερώτατος δῆμος, συναλθεῖ σοι καρτερῶς, σοφὲ Ἱερουργὲ μεθ' ὧν πᾶσαν διέλυσας, ὄφεως μηχανουργίαν, ὑπομείνας πολύπλοκα, ῥωμαλέῳ φρονήματι βάσανα.

Τοῖς ἴχνεσι Χριστοῦ, τοῦ μεγάλου καὶ πρώτου, ἀρχιποίμενος Σοφέ, ἑπόμενος βαφαῖς, μαρτυρίου ἐφαίδρυνας, σοῦ τῆς ἀρχιερωσύνης, τὴν στολήν· διὰ τοῦτό σε, διανοίας τιμῶμεν εὐθύτητι.

Ἠχήσας ὡς βροντή, σοῦ ὁ ἔνθεος λόγος, ἐμβροντήτους ἀκοάς, παράφρονος ἐχθροῦ, κατεπτόησεν ἔνδοξε· ὅθεν σε καθυποβάλλει, ἀνηκέστοις κολάσεσι, τῷ πρὸς Κύριον φίλτρῳ πυρούμενον.