Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Κυριακή 18 Μαρτίου 2012

ΝΥΝ ΑΓΓΕΛΙΚΑΙ, ΣΤΡΑΤΙΑΙ ΔΟΡΥΦΟΡΟΥΣΙ

Νῦν Ἀγγελικαί, στρατιαὶ δορυφοροῦσι, Ξύλον τὸ σεπτόν, εὐλαβῶς περικυκλοῦσαι, καὶ πάντας συγκαλοῦσαι, τοὺς πιστοὺς εἰς προσκύνησιν. Δεῦτε οὖν νηστεία φαιδρυνθέντες, προσπέσωμεν αὐτῷ χαρᾷ καὶ φόβῳ, πιστῶς κράζοντες· Χαίροις ὁ τίμιος Σταυρός, τοῦ Κόσμου ἀσφάλεια.

Ἵνα τοῦ Ἀδάμ, ἀφανίσῃς τὴν κατάραν, σάρκα τὴν ἡμῶν, προσλαμβάνεις δίχα ῥύπου, σταυροῦσαι δὲ καὶ θνῄσκεις, Ἰησοῦ ὑπεράγαθε· ὅθεν τὸν Σταυρόν σου καὶ τήν λόγχην, σπόγγον τε καὶ τὸν κάλαμον, τοὺς ἥλους, πιστῶς σέβομεν, καὶ τὴν Ἀνάστασιν τὴν σήν, ἰδεῖν ἐξαιτούμεθα.

Κλείει τὴν Ἐδὲμ διὰ ξύλου πάλαι ὄφις, ξύλον δὲ Σταυροῦ ὑπανοίγει ταύτην πᾶσι τοῖς θέλουσι νηστείᾳ καθαρθῆναι καὶ δάκρυσι. Δεῦτε οὖν προκείμενον ὁρῶντες αὐτῷ προσπέσωμεν ἐν φόβῳ, πιστοὶ κράζοντες· Ἄνοιξον πύλας οὐρανῶν Σταυρὲ τοῖς ποθοῦσί σε.