Σάββατον γ΄ τῶν νηστειῶν. ᾿Αλεξίου ὁσ. τοῦ ἀνθρώπου τοῦ Θεοῦ (†411).
Τῷ πρωί. Τὸ σύνηθες μεσονυκτικὸν τοῦ Σαββάτου.
Εἰς τὸν ὄρθρον. Ἡ ἀκολουθία ψάλλεται μετ᾿ Ἀλληλούια κατὰ τὸν τύπον τοῦ β΄ Σαββάτου τῶν νηστειῶν (10 Μαρτίου), ἀλλὰ στιχηρά, καθίσματα, νεκρώσιμα κ.λπ. λέγονται τὰ τοῦ πλ. β΄ ἤχου ἐν τέλει τοῦ Τριῳδίου. Οὕτως εἰς τὴν α΄ στιχολογίαν ψάλλονται τὰ 3 μαρτυρικὰ καθίσματα τοῦ πλ. β΄ ἤχου «᾿Αθλητικὸν ἀγῶνα» κ.λπ., Δόξα, τὸ νεκρώσιμον «᾿Αληθῶς ματαιότης τὰ σύμπαντα», Καὶ νῦν, τὸ α΄ θεοτοκίον τοῦ ἤχου «῾Ο τὴν εὐλογημένην» (Παρακλ., ἦχος πλ. β΄, Σαββάτῳ ἑσπέρας· ἢ Ὡρολ., εἰς τὰ ἀναστάσιμα ἀπολυτίκια)· ἀλλὰ μετὰ τὰ νεκρώσιμα εὐλογητάρια (καὶ τὸ μνημόσυνον τῶν κεκοιμημένων) τὸ σύνηθες νεκρώσιμον κάθισμα τοῦ πλ. α΄ ἤχου «᾿Ανάπαυσον, σωτὴρ ἡμῶν» κ.λπ.. Κανόνες ὁ τοῦ Μηναίου (17 Μαρτίου) μετὰ τῶν δύο τετραῳδίων κανόνων τῶν ἐν τῷ Τριῳδίῳ. Ἀπὸ γ΄ ᾠδῆς ὁ εἱρμός, αἴτησις, τὸ μεσῴδιον τοῦ Μηναίου κάθισμα μετὰ τοῦ θεοτοκίου. Ἀφ᾿ ϛ΄ ᾠδῆς τοῦ β΄ τετραῳδίου ὁ εἱρμὸς αὐτοῦ, αἴτησις, τὸ νεκρώσιμον κοντάκιον «Μετὰ τῶν ἁγίων» καὶ τὸ συναξάριον. «Αἰνοῦμεν, εὐλογοῦμεν» καὶ ὁ εἱρμὸς τῆς η΄ ᾠδῆς τοῦ β΄ τετραῳδίου «Οἱ θεορρήμονες παῖδες»· «Τὴν τιμιωτέραν», ὁ εἱρμὸς τῆς θ΄ ᾠδῆς τοῦ β΄ τετραῳδίου «Μεγαλύνομέν σε» καὶ τὸ «῎Αξιον ἐστίν». Ἐξαποστειλάριον τοῦ Σαββάτου μετὰ τοῦ θεοτοκίου. Εἰς τοὺς αἴνους καὶ εἰς τὸν στίχον τῶν αἴνων ὡς ἐν τέλει τοῦ Τριῳδίου (ἦχος πλ. β΄). Ἀπολυτίκια τοῦ Σαββάτου «᾿Απόστολοι, μάρτυρες», Δόξα, «Μνήσθητι, Κύριε», Καὶ νῦν, «Μήτηρ ἁγία».
Εἰς τὴν λειτουργίαν. Ἅπαντα ὡς προεγράφησαν εἰς τὸ β΄ Σάββατον τῶν νηστειῶν (10 Μαρτίου). Ἀναγνώσματα: Σαββάτου γ΄ ἑβδομάδος νηστειῶν (῾Εβρ. ι΄ 32-38· Μρ. β΄ 14-17).
Σημείωσις. Ἔνθα ἑορτάζεται ἡ μνήμη τοῦ ὁσίου ᾿Αλεξίου, ἡ ἐξ ἰδιαιτέρας φυλλάδος ἀκολουθία αὐτοῦ ψάλλεται κατὰ τὰς συναφεῖς διατάξεις τοῦ Τυπικοῦ τῆς 9ης Μαρτίου· ᾿Απόστολος: τοῦ ὁσίου, 6 Δεκ. (῾Εβρ. ιγ΄ 17-21)· Εὐαγγέλιον: ὁμοίως, Σαβ. δ΄ ἑβδ. Λουκᾶ (Λκ. ϛ΄ 1-10).
...Τὸ εἰ δύνασαι πιστεῦσαι, πάντα δυνατὰ τῷ πιστεύοντι... Τοῦτο τὸ γένος ἐν οὐδενὶ δύναται ἐξελθεῖν εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ. Καὶ ἐκεῖθεν ἐξελθόντες παρεπορεύοντο διὰ τῆς Γαλιλαίας, καὶ οὐκ ἤθελεν ἵνα τις γνῷ· ἐδίδασκε γὰρ τοὺς μαθητὰς αὐτοῦ καὶ ἔλεγεν αὐτοῖς ὅτι ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἀνθρώπων, καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ ἀποκτανθεὶς τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται.
Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17
Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.