Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Παρασκευή 16 Μαρτίου 2012

ΤΥΠΙΚΟΝ ΠΑΡΑΣΚΕΥΗΣ 16 ΜΑΡΤΙΟΥ 2012

Παρασκευή. Σαββίνου τοῦ Αἰγυπτίου (†287). ᾿Ιουλια­νοῦ μάρτυρος (γ΄ αἰ.), Χριστοδούλου ὁσίου τοῦ ἐν Πάτμῳ.
Τῷ πρωί. Αἱ ἀκολουθίαι πᾶσαι ὡς προδεδήλωται.
῾Ο ἑσπερινὸς μετὰ προηγιασμένης. ῾Ο προοιμιακὸς καὶ τὸ ιη΄ κάθισμα («Πρὸς Κύριον»). Εἰς τὸ «Κύριε, ἐκέκραξα» τὸ ἰδιόμελον τοῦ Τριῳδίου «᾿Ασώτου δίκην ἀπέστην» (δίς), τὰ 4 μαρτυρικὰ τοῦ πλ. β΄ ἤχου «Οἱ μάρτυρές σου, Κύριε» (ἐν τέ­λει τοῦ Τριῳδίου) καὶ τοῦ Μηναίου (17 Μαρτίου) ἕτερα 3 εἰς 4, Δόξα, τὸ νεκρώσιμον τοῦ ἤχου «᾿Αρχή μοι καὶ ὑπόστασις», Καὶ νῦν, «Τίς μὴ μακαρίσει σε» (ἐν τέλει τοῦ Τριῳδίου)· εἴσο­­δος, «Φῶς ἱλαρόν», τὰ ἀναγνώσματα τοῦ Τριῳδίου, «Κα­τευ­θυν­θήτω» καὶ τὰ λοιπὰ τῆς προηγιασμένης.
Τῇ Παρασκευῇ ἑσπέρας. Οἱ γ΄ χαιρετισμοὶ τῆς Θεοτόκου. Εἰς τὸ μικρὸν ἀπόδειπνον ψάλλεται ὁ κανὼν «Ἀνοίξω τὸ στό­μα μου», εἶτα τὸ «Τῇ ὑπερμάχῳ», καὶ ἐκφωνεῖται ἡ γ΄ στά­σις τοῦ ἀκαθίστου ὕμνου «Νέαν ἔδειξε κτίσιν». Μετὰ τὸ τρισ­άγιον κ.λπ., κοντάκιον «῾Ως ἀπαρχὰς τῆς φύσεως». Πάν­τα τὰ λοιπὰ κατὰ τὴν τάξιν τῶν α΄ χαιρετι­σμῶν (ἀλλ᾿ ἄνευ Εὐαγγελίου).