Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Παρασκευή 10 Φεβρουαρίου 2012

ΘΕΟΝ ΑΝΘΡΩΠΟΙΣ ΙΔΕΙΝ ΑΔΥΝΑΤΟΝ, ΟΝ ΟΥ ΤΟΛΜΑ ΑΓΓΕΛΩΝ ΑΤΕΝΙΣΑΙ ΤΑ ΤΑΓΜΑΤΑ

«Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον, ὃν οὐ τολμᾷ Ἀγγέλων ἀτενίσαι τὰ τάγματα, διὰ σοῦ δὲ πάναγνε ὡράθη βροτοῖς, Λόγος σεσαρκωμένος, ὃν μεγαλύνοντες, σὺν ταῖς οὐρανίαις στρατιαῖς σὲ μακαρίζομεν».

Οὐ πῦρ, οὐ ξίφος ἀλλ' οὐδὲ θάνατος, οὐ διωγμός, οὐ θλῖψις, οὐ λιμός, οὐδὲ κίνδυνος, οὐ βασάνων παντοίων ἐπίνοια, ἴσχυσε τῆς ἀγάπης, ὄντως χωρίσαι σε, τοῦ πεποιηκότος, Ἀθλητὰ ἀξιοθαυμαστε.

Ξεσμοῖς ὀνύχων, τοὺς τῆς νεκρώσεως, ἀποβαλὼν χιτῶνας, ταῖς στολαῖς ταῖς ἐξ αἵματος, σεαυτὸν Ἀθλοφόρε ἐκόσμησας· ὅθεν σὺν παρρησίᾳ Μάρτυς ἀήττητε, πάντων τῷ Δεσπόταῃ, καὶ Θεῷ χαίρων παρίστασαι.

Χαρᾶς καὶ θείας ὄντως λαμπρότητος, παρεκτικὴ ἡ μνήμη σου τῷ κόσμῳ ἀνέτειλε, τῶν παθῶν τὸν χειμῶνα διώκουσα, πάντας φωταγωγοῦσα, ἣν ἑορτάζοντες, σχοίημεν πταισμάτων, ἱλασμὸν ταῖς ἱκεσίαις σου.