Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Κυριακή 12 Φεβρουαρίου 2012

ΣΥ ΜΟΥ ΙΣΧΥΣ, ΚΥΡΙΕ, ΣΥ ΜΟΥ ΚΑΙ ΔΥΝΑΜΙΣ

«Σύ μου ἰσχύς, Κύριε, σύ μου καὶ δύναμις, σὺ Θεός μου, σύ μου ἀγαλλίαμα, ὁ πατρικοὺς κόλπους μὴ λιπών, καὶ τὴν ἡμετέραν, πτωχείαν ἐπισκεψάμενος· διὸ σύν τῷ Προφήτῃ, Ἀββακούμ σοι κραυγάζω· τῇ δυνάμει σου δόξα φιλάνθρωπε».

Ἐπιφανῶς, Ἱερομύστα διέπρεψας, τὸν τοῦ Πέτρου, θρόνον κληρωσάμενος, τοῦ παρ' αὐτοῦ Πάτερ τοῦ Χριστοῦ, χειροτονηθέντος, οὗ καὶ τὸν τρόπον ἐζήλωσας, Υἱόν Θεοῦ τοῦ ζῶντος, τὸν Σωτῆρα δοξάζων, διδαχαῖς ταῖς ἐκείνου ἑπόμενος.

Παντοδαποῖς, κεκοσμημένος χαρίσμασι, Μοναρχίας, κήρυξ ἐχρημάτισας, τῆς ἐν Πατρὶ καὶ μονογενεῖ, Λόγῳ νοουμένης καὶ θείῳ Πνεύματι Πάνσοφε· Μονάδα γὰρ οὐσίας, ἐν Τριάδι προσώπων, ὑφεστώτων ἐδίδαξας Ὅσιε.

Ἀνακραθείς, κάλλει τῷ πρώτῳ θεσπέσιε, καὶ τῇ αἴγλῃ, τούτου συμμορφούμενος, καὶ πυρσωθεὶς θείαις ἀστραπαῖς, κατὰ μετουσίαν, τῇ Ἐκκλησίᾳ φῶς δεύτερον, ἐγένου θεοφάντορ, φωτισμὸν εὐσεβείας, ἀναφαίνων τοῖς πίστει προστρέχουσιν.