Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Τρίτη 7 Φεβρουαρίου 2012

ΟΛΩΣ ΕΚ ΝΕΟΤΗΤΟΣ

Ὅλως ἐκ νεότητος, ἀκολουθήσας Κυρίῳ, γονικὴν κατέλιπες, ἔνδοξε προσπάθειαν, καὶ στοργὴν κοσμικήν, καὶ ἐρήμους ᾤκησας, ἀσκητῶν τὸν βίον, ἐξασκῶν ἐν ταπεινότητι, ὃν καὶ ἐτέλεσας, ζέοντι τῷ πνεύματι Ὅσιε, καλῶς ἐμπορευσάμενος, νείμας τε τὰ ὄντα τοῖς πένησι, καὶ τὸν μαργαρίτην, τὸν τίμιον ὠνούμενος Χριστόν· οὗ καὶ τυχὼν τῆς ἐφέσεως, ἔστης ἀξιάγαστε.

Ἔφερες τυπτόμενος, ὀνειδιζόμενος Πάτερ, διαπληκτιζόμενος, παρὰ τοῦ τεκόντος σε διὰ Κύριον, ὃν ἐπόθεις ἔνδοξε, οὗ τρωθεὶς τῷ πόθῳ, τὰ τερπνὰ οὐδὲν λελόγισαι, μητρὸς δὲ στέρησιν, καὶ τὴν ξενιτείαν ἠγάπησας, καὶ σχῆμα ἐνεδέδυσο, τὸ τῶν μοναχῶν ἱερώτατε, ἀλλὰ φανεροῖ σε, Θεὸς καὶ μὴ βουλόμενον εὐχαῖς, ταῖς μητρικαῖς Λουκᾶ Ὅσιε, καμφθεὶς ὁ φιλάνθρωπος.

Βίον ἐκτελέσας σου, τὸν ἱερὸν πανιέρως, θαύματα ἐτέλεσας, ἱερὰ ἐξαίσια καὶ παράδοξα, τοῦ Θεοῦ σοι νείμαντος, ἀρραβῶνα ἔνθεον, καὶ πρὸς τῆς ἀνταποδόσεως, τῶν θείων πόνων σου, νέμει δὲ καὶ στέφος σοι ἄφθαρτον, καὶ δόξαν αἰωνίζουσαν, ὅταν ὡς Κριτὴς παραγένηται. Αὐτὸν οὖν δυσώπει, ῥυσθῆναι τοὺς ὑμνοῦντάς σε ἀεί, ἀπὸ παντοίας κακώσεως, Λουκᾶ ὁσιώτατε.