Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Δευτέρα 13 Φεβρουαρίου 2012

ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΜΑΡΤΙΝΙΑΝΟΥ

Τῌ ΙΓ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΦΕΒΡΟΥΑΡΙΟΥ

Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μαρτινιανοῦ.
Τῇ ΙΓ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μαρτινιανοῦ.

Μαρτινιανός, σαρκικὴν σβέσας φλόγα,
Φεύγει τελευτῶν μὴ τελευτῶσαν φλόγα.
Ἐν τριτάτῃ δεκάτῃ δέμας ἐξέδυ Μαρτινιανός.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Ἀποστόλων καὶ Μαρτύρων, Ἀκύλα καὶ Πρισκίλλης.

Τμηθὲν γύναιον, Ἀκύλας φησί, βλέπων,
Οὐκ ἀνδριοῦμαι πρὸς τομὴν ἀνὴρ κάρας;

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Εὐλογίου, Ἀρχιεπισκόπου Ἀλεξανδρείας.

Ψυχὴν δίδωσιν Εὐλόγιος Κυρίῳ
Βοῶν πρὸς αὐτήν, Κύριον σὸν εὐλόγει.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Πατὴρ καὶ Υἱὸς σταυρωθέντες τελειοῦνται.

Πατὴρ σὺν Υἱῷ σταυρικὸν πάσχει πάθος,
Ὑπὲρ Πατρός, τοῦ δόντος Υἱὸν εἰς πάθος.

Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.