Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Κυριακή 15 Ιανουαρίου 2012

ΟΤΕ, ΕΠΙΝΕΥΣΕΙ ΘΕΪΚΗ

Ὅτε, ἐπινεύσει θεϊκῇ,Πάτερ τὰς τοῦ βίου φροντίδας, ἐμφρόνως ἔλιπες, καὶ πρὸς τοὺς ἀσκήσεως, πόνους ἐχώρησας, τότε χαίρων κατέλαβες, ἀβάτους ἐρήμους, ἔρωτι πυρούμενος, τῆς τοῦ Κυρίου στοργῆς· ὅθεν ἐρημώσας τὰ πάθη, τῇ ἐπιμονῇ τῶν κρειττόνων, Ἄγγελος καθάπερ ἐπεβίωσας.

Πάσης, ἀνθρωπίνης σεαυτόν, Πάτερ συνουσίας χωρίσας, ἀπὸ νεότητος, πρῶτος τὴν πανέρημον, Παῦλε κατέλαβες, ὑπὲρ πάντα μονάζοντα, καὶ βίου δι' ὅλου, ὤφθης ἀγνοούμενος· ὅθεν Ἀντώνιος, εὗρεν ἐπινεύσει σε θείᾳ, ὥσπερ θησαυρὸν κεκρυμμένον, καὶ τῇ οἰκουμένῃ ἐφανέρωσε.

Ξένην, ἐπὶ γῆς διαγωγήν, ἐπιτηδευσάμενος Παῦλε, θηρσὶ συνῴκησας, δι᾽ ὀρνέου Ὅσιε, διακονούμενος, θεϊκαῖς ἐπινεύσεσι, καὶ τοῦτο ὡς εἶδεν, ὅτε σε ὁ μέγιστος εὗρεν Ἀντώνιος, θάμβους πεπλησμένος τῶν πάντων, καὶ Προνοητὴν καὶ Δεσπότην, ὡς Θεὸν ἀπαύστως ἐμεγάλυνεν.
Στιχηρὰ τοῦ Καλυβίτου ὅμοια
Ὅτε, ἐπινεύσει θεϊκῇ, κόσμου τὴν τερπνότητα Πάτερ, χαίρων ἐξέφυγες, τότε προετίμησας, τῆς εὐρυχώρου ὁδοῦ, τὴν στενὴν καὶ ἐπώδυνον, καὶ λίαν τραχεῖαν· ὅθεν φροντιστήριον, ψυχῶν κατέλαβες, θεῖον ἐνδυσάμενος σχῆμα, τῇ ἀποφυγῇ καὶ γυμνώσει, πάντων τῶν παθῶν θεομακάριστε.

Ξένην, ἐπενόησας ζωήν, ξένον ἐπιτήδευμα φίλτρῳ, Χριστοῦ νυττόμενος, οὗ τινος τὴν ἄφατον πτωχείαν ἔστερξας· καὶ πυλῶσιν ἀνέστιος, τῶν σῶν γεννητόρων, Πάτερ ἐκαρτέρησας, στένων θλιβόμενος· ὅθεν χαρισμάτων ἐπλήσθης, καὶ τὸν ἀναφαίρετον πλοῦτον, τὸν ἐν οὐρανοῖς ἐκληρονόμησας.

Φέρων, ἐν χερσὶ τὸ Ἱερόν, Πάτερ Εὐαγγέλιον τούτου, πληρωτὴς γέγονας, ὕπαρξιν γεννήτορος ἀπαρνησάμενος, Ἰωάννη καὶ δάκρυσι, καὶ στενοχωρίᾳ, ὅλον διανύσας σου, τὸν βίον Ὅσιε· ὅθεν παρακλήσεως θείας, καὶ διηνεκοῦς εὐφροσύνης, νῦν ἐπαπολαύεις θεοδόξαστε.

Ἀρνησάμενος κόσμον, καὶ τὰ ἐν κόσμῳ Ὅσιε, Εὐαγγέλιον λαβών, εὐαγγελικῶς αὐτῷ ἠκολούθησας, καὶ τῇ καλύβῃ διαιτώμενος, ὡς ἐν Παραδείσῳ μυστικῶς, τῇ ἄκρᾳ σκληραγωγίᾳ τῆς σαρκός, τὸν βροτοκτόνον δράκοντα ἀπέκτεινας· διὸ ἐν οὐρανοῖς αὐλιζόμενος, Ἰωάννη μακάριε, αἴτησαι ἡμῖν τὸ μέγα ἔλεος.