Λαβίδι, Σεραφὶμ τῷ Προφήτῃ τὸν ἄνθρακα, τῇ Ἐκκλησίᾳ Χριστοῦ δέ, ταῖς χερσί σου προσνέμεις ἱερομύστα, τὸ ἐκ θείου, πυρὸς ἠνθρακωμένον καθάρσιον.
Ὁμόρους, ὡς ὁ Σαμψὼν ἀλλοφύλους οὐκ ἔθραυσας, τὰ δὲ ἀλλόκοτα πάντα, τῶν ἑτεροδόξων διδάγματα, καὶ τὸ κράτος, τοῖς ὀρθοδόξοις δέδωκας Κύριλλε.
Συνόδου, θεολέκτου σαφῶς προηγούμενος, τὸ δυσμενὲς Νεστορίου, χριστομάχον θράσος Πάτερ καθεῖλες, ζήλου πνέων, ὑπὲρ τῆς ἀληθοῦς Θεομήτορος.