«Θεοῦ συγκατάβασιν, τὸ πῦρ ᾐδέσθη ἐν Βαβυλῶνι ποτέ· διὰ τοῦτο οἱ παῖδες ἐν τῇ καμίνῳ, ἀγαλλομένῳ ποδί, ὡς ἐν λειμῶνι χορεύοντες ἔψαλλον· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν».
Ὁμότιμον σύνθρονον, Πατρὶ τὸν Λόγον, μονογενῆ τε Υἱόν, ὀρθοδόξως κηρύξας, ἀθανασίας Πάτερ ἐπώνυμε, αὖθις διδάσκεις, τὸ Πνεῦμα Γεννήτορι, καὶ τῷ Υἱῷ συμφυές καὶ ὁμοούσιον.
Διδάσκαλον κήρυκα, ἱεροφάντην τοῦ τρισηλίου φωτός, διαγγέλλοντα πᾶσιν, ὀρθοδοξίαν μέχρι τερμάτων τῆς γῆς, εὐσεβείας ὁρῶν ὁ γεννήτωρ σε, τοὺς πειρασμοὺς κατὰ σοῦ ἐπανετείνετο.
Οἱ κίνδυνοι ἄπειροι, οὓς ἔτλης Μάκαρ ἀγωνιζόμενος, ὑπὲρ τῆς εὐσεβείας· οἱ στέφανοι δὲ ὡσαύτως ἄπειροι· καὶ γὰρ ἀδάμας ὑπῆρχες τοῖς παίουσι, πρὸς δὲ σαυτόν, ὡς μαγνῆτις εἷλκες ἅπαντας.
Ξενίζοντα δόγματα, ἀλλότριά τε τῇ Ἐκκλησίᾳ Χριστοῦ, ἐξορίσας Τριάδα ἐθεολόγησας ὑποστάσεων, θεότητος δὲ μονάδα, ᾗ ἔψαλλες· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.