Ἀντίθεον πρόσταγμα παρανομοῦντος, τυράννου μετάρσιον τὴν φλόγα ἀνερρίπισε. Χριστὸς δὲ ἐφήπλωσε θεοσεβέσι Παισί, δρόσον τὴν τοῦ Πνεύματος, ὁ ὢν εὐλογημένος καὶ ὑπερένδοξος.
Εὐτόνως Ἀήττητε σπαθιζομένη, μαστῶν τὴν ἀφαίρεσιν, ὑπέστης καρτερώτατα· πυρὶ οὐρανίῳ δέ, Μάρτυς κατέφλεξας, σέβειν τοὺς μὴ θέλοντας Θεόν, ὃν πᾶσα κτίσις ὑμνεῖ δοξάζουσα.
Ἐγκάρδιον φέρουσα τὸ πῦρ τὸ θεῖον, σοῦ τῆς ἀγαπήσεως, Χριστὲ ἡ Παναοίδιμος, τὸ πῦρ τὸ ὁμόδουλον οὐκ ἐδειλίασε, Παίδων εἰκονίζουσα τῶν πρίν, καὶ τὴν ἀνδρείαν, καὶ τὴν στερρότητα.
Θηρῶν ἀγριότης σοι καθυπετάγη· λεόντων τὰ χάσματα, ἀπήμαντος παρέδραμες, Θεοῦ σε δοξάσαντος, τοῦτον δοξάσασαν, τούτου τὰ παθήματα τῇ σῇ, ἀναπληροῦσα σαρκὶ Πανεύφημε.