«Ἑπταπλασίως κάμινον τῶν Χαλδαίων ὁ τύραννος, τοῖς θεοσεβέσιν, ἐμμανῶς ἐξέκαυσε· δυνάμει δὲ κρείττονι, περισωθέντας τούτους ἰδών, Τὸν Δημιουργόν, καὶ Λυτρωτήν ἀνεβόα· οἱ παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».
Ἱεραρχῶν ἀγλάϊσμα, εὐκλεὲς Ἀθανάσιε, στῦλε τοῦ φωτός, τῆς Ἐκκλησίας ἔρεισμα, Τριάδος ὑπέρμαχε, θεολογίας σάλπιγξ χρυσῆ, βίου τε μονήρους, ἀκριβὴς νομογράφε, ἡμῖν συνεορτάζοις, ἱερεῖς καταρτίζων, λαοὺς πιστοὺς προσάγων, Χριστῷ εἰς τους αἰῶνας.
Ἀθανασίας γέγονας, σὺ τῷ ὄντι φερώνυμος· τοὺς γὰρ πρακτικούς, τῷ λόγῳ ὑπερήλασας· δοκίμους ἐν λόγῳ δέ, δι᾿ ἀκριβείας βίου νικῶν, τοὺς ἐν ἀμφοτέροις, ὑπερβέβηκας ἄκρους· διὸ ἀνυπερβλήτῳ, ἀρετῇ διαλάμψας, ἀθάνατον ἐκτήσω, τὴν μνήμην εἰς αἰῶνας.
Σὺ λαμπροτέραν ἔδειξας, Μυστιπόλε θεόληπτε, τὴν ἱεραρχίαν, τοῖς γενναίοις ἄθλοις σου· τὴν πλάνην ἐξώρισας, ταῖς σαῖς ὑπερορίαις πυκνῶς, ὑπὲρ τῆς Τριάδος, ἣν κηρύττων ἐβόας· Πατέρα προσκυνεῖτε, Υἱὸν θεολογεῖτε, τὸ Πνεῦμα ἀνυμνεῖτε, εἰς πάντας τοὺς αἰῶνας.