Ὅσιε Πάτερ, θεοφόρε Θεοδόσιε, μεγάλως ἠγωνίσω ἐν τῇ προσκαίρῳ ζωῇ, ἐν ὕμνοις καὶ νηστείαις καὶ ἀγρυπνίαις, τύπος γενόμενος τῶν σῶν φοιτητῶν, νῦν δὲ συγχορεύεις μετὰ τῶν Ἀσωμάτων, Χριστὸν ἀπαύστως δοξολογῶν, τὸν ἐκ Θεοῦ Θεὸν Λόγον καὶ Λυτρωτήν, τὸν ὑποκλίναντα τὴν κάραν τῷ Προδρόμῳ, καὶ ἁγιάσαντα τὴν φύσιν τῶν ὑδάτων. Αὐτὸν ἱκέτευε, αὐτὸν δυσώπει Ὅσιε, δωρηθῆναι τῇ Ἐκκλησίᾳ, ὁμόνοιαν, εἰρήνην, καὶ μὲγα ἔλεος.
Ὅσιε Πάτερ, θεοφόρε Θεοδόσιε, εὑροῦσα ὡς ἐπόθει, τὴν καθαρὰν σου ψυχήν, τοῦ Πνεύματος ἡ χάρις τοῦ Παναγίου, σοὶ ἐνεσκήνωσεν ὡς ἄχραντον φῶς, οὗ τῇ ἐνεργείᾳ φαιδρῶς ἠγλαϊσμένος, Χριστὸν ἀπαύστως δοξολογεῖς, τὸν ἐν δυσὶ ταῖς οὐσίαις ἕνα Υἱόν, τὸν βαπτιζόμενον χειρὶ τῇ τοῦ Προδρόμου, καὶ μαρτυρούμενον τῇ φωνῇ τῇ πατρῴᾳ. Αὐτὸν ἱκέτευε, αὐτὸν δυσώπει Ὅσιε, δωρηθῆναι τῇ οἰκουμένῃ, ὁμόνοιαν, εἰρήνην, καὶ μέγα ἔλεος.
Ὅσιε Πάτερ, θεοφόρε Θεοδόσιε, εἰκότως ἠξιώθης τῆς μακαρίας ζωῆς, ἁγνείᾳ καὶ ἀσκήσει ταύτην εὑρών· ζῶν γὰρ μετέστης πρὸς τὴν ἄνω ζωήν, πᾶσι χαίρειν εἰπών, καὶ σὺν τοῖς Ἀσωμάτοις, Χριστὸν ἀπαύστως δοξολογῶν, τὸν ἐκ Παρθένου ἀφράστως σάρκα λαβόντα, καὶ καταδύσαντα τάς ἡμῶν ἁμαρτίας, ἐν τῷ Βαπτίσματι, ἐν ῥείθροις Ἰορδάνου. Αὐτὸν ἱκέτευε, αὐτὸν δυσώπει Ὅσιε, δωρηθῆναι τῇ οἰκουμένῃ, ὁμόνοιαν, εἰρήνην, καὶ μέγα ἔλεος.
Ὅσιε Πάτερ, ὡς πόλιν ζῶντος Θεοῦ, εὔφραναν τὴν ἱερὰν σου ψυχήν, τοῦ ποταμοῦ τὰ ὁρμήματα, τοῦ ὕδατος τῆς ἀφέσεως, τοῦ διελθόντος τὸν Ἰορδάνην, καὶ πᾶσι τοῖς πέρασι, τῆς εὐσεβείας τὸν λόγον πηγάσαντος, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, ὃν ἱκέτευε παμμάκαρ Θεοδόσιε, τοῦ σωθῆναι τάς ψυχὰς ἡμῶν.