Νεώσαντες φρένας χερσωθείσας, ἀρότρῳ τοῦ λόγου παναοίδιμοι, ταύταις τὰ σωτήρια, σπέρματα ἐσπείρατε, καὶ εὐσεβείας ἄσταχυν ἑκατοστεύοντα, ἐδρέψασθε τῶν ἀνασωθέντων, τὴν πληθὺν Κυρίου, Ἀπόστολοι πανσόφως.
Ἐπαίνοις Ἰάκωβον ἐνθέοις, Κλεόπαν Βαρνάβαν τε καὶ Στέφανον, Νάρκισσον τὸν πάνσοφον, Μᾶρκον Ἀριστόβουλον, καὶ Ἀπελλῆν τιμήσωμεν, ὡς Ἀποστόλους Χριστοῦ· Τὸν Κύριον ὑμνεῖτε βοῶντες, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Σταυρὸν ἀντὶ θώρακος φοροῦντες, πρὸς πάσας ἀνδρείως ἐχωρήσατε, φάλαγγας τοῦ δράκοντος, πάνσοφοι Ἀπόστολοι, καὶ ταύτας διολέσαντες, οὓς ἠχμαλώτευσεν, ἀνθρώπους συνελάβεσθε πίστει, καὶ τῷ ζωοδότῃ, προσήξατε Δεσπότῃ.