Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον, τὸν ἀρρήτῳ σοφίᾳ ἥκοντα, καινουργῆσαι τὸν Ἀδάμ, βρώσει φθορᾷ πεπτωκότα δεινῶς, ἐξ ἁγίας Παρθένου, ἀφράστως σαρκωθέντα δι' ἡμᾶς, οἱ πιστοὶ ὁμοφρόνως, ἐν ὕμνοις μεγαλύνομεν».
Μετὰ πολλὰς τάς βασάνους, τῇ τοῦ ξίφους σε δίκῃ, δεινὸς καθυποβάλλει δικαστής, ἧς τῇ ἀνόδῳ ἐκρότησαν, αἱ οὐράνιαι τάξεις, Χριστὸς δὲ παναλκεῖ σε δεξιᾷ, ἐστεφάνωσε Μάρτυς, νομίμως ἐναθλήσασαν.
Συναγελάζῃ Μαρτύρων, φανοτάταις ἀγέλαις, τρανότερον ἐγγίζουσα Θεῷ, βλέπεις ἃ βλέπουσιν Ἄγγελοι, ὡς παρθένος νυμφῶνι, αὐλίζῃ τοῦ Νυμφίου σου Σεμνή, δυσωποῦσα σωθῆναι, τοὺς πόθῳ σε γεραίροντας.
Ἐσφραγισμένην πηγὴν σε, κεκλεισμένον τε κῆπον, ἀνάθημα σεπτὸν καὶ ἱεράν, νύμφην Χριστοῦ ἀδιάφθορον, ἱερεῖον καὶ θῦμα, ἀμνάδα καὶ καλὴν περιστεράν, τοῦ Δεσπότου τῶν ὅλων, Τατιανὴ κηρύττομεν.