Κλεόπαν Ἀνδρόνικον, Σιλουανόν τε καὶ Ἄγαβον, Ἀνανίαν καὶ Φίλιππον, Πρóχορον, Νικάνορα, Ῥοῦφον καὶ Σωσθένην, Λῖνόν τε καὶ Στάχυν, Στέφανον Τίμωνα Ἑρμᾶν, Φλέγοντα Μᾶρκον, Λουκᾶν Σωσίπατρον, Ἰάσονα καὶ Γάϊον καὶ Τυχικόν, καὶ Φιλήμονα, ἱεροῖς μελῳδήμασιν, οἱ πιστοὶ μακαρίσωμεν.
Νάρκισσος καὶ Τρόφιμος, Καῖσαρ Ζηνᾶς καὶ Ἀρίσταρχος, Μᾶρκος Σίλας καὶ Γάϊος, Ἑρμῆς καὶ Ἀσύγκριτος, Ἀπολλὼς Κηφᾶς τε, Κλήμης καὶ Ἰοῦστος, Κούαρτος Ἔραστος Λουκᾶς, Ὀνησιφόρος Κάρπος καὶ Εὔοδος, Ματθίας καὶ Ἰάκωβος καὶ Οὐρβανὸς Ἀριστόβουλος, Τυχικὸς καὶ Ἀρίσταρχος, ἐπαξίως τιμάσθωσαν.
Πούδην Ἡρωδίωνα, καὶ Ἀρτεμᾶν καὶ Φιλόλογον, Ὀλυμπᾶν τε καὶ Ῥόδιον, Ἀπελλῆν Ἀμπλίαν, Πατροβᾶν καὶ Τίτον, Τέρπνὸν καὶ Θαδδαῖον, Ἐπαινετὸν τὸν θαυμαστόν, Ἀχαϊκόν τε, Ἀκύλαν Λούκιον, Βαρνάβαν Φουρτουνάτόν τε, καὶ Ἀπολλὼ τὸν ἀοίδιμον, καὶ τὸν Κρήσκην τιμήσωμεν, τοὺς σεπτοὺς θεοκήρυκας.
Ὅτε κατετρώθης τὴν ψυχήν, ἔρωτι τῷ θείῳ Παμμάκαρ, τὸν σὸν ἐπάρας σταυρόν, χαίρων ἠκολούθησας τῷ σταυρωθέντι Χριστῷ καὶ νεκρώσας τὸ φρόνημα, σαρκὸς ἐγκρατείᾳ, Πνεύματος ἐνέργειαν ζῶσαν εἰσδέδεξαι, λύειν νοσημάτων χειμῶνα, θέρμη πρεσβειῶν εὐπροσδέκτων· ὅθεν σε συμφώνως μακαρίζομεν.
Ὅτε ἐπιμόνοις προσευχαῖς, καὶ συντονωτάτῃ νηστείᾳ, τὸ ὀπτικὸν τῆς ψυχῆς, Πάτερ ἀπεκάθηρας, ναὸς γεγένησαι, Τρισηλίου θεότητος, καὶ Ἱερωσύνης, χρῖσμα θεῖον ἅγιον ὑποδεξάμενος, ἒνδον τῶν ἀδύτων εἰσῆλθες, θύων διὰ σὲ τὸν τυθέντα, διὰ συγκατάβασιν ἀπόρρητον.
Πρᾶος, ἀνεξίκακος ὀφθείς, ἐν ἀκεραιότητι γνώμης, Πάτερ Θεόκτιστε, κατεκληρονόμησας, πραέων ὄντως τὴν γῆν, καὶ μεθέξει θεούμενος, τρυφῆς ἀπολαύεις, καὶ ἀγαλλιάσεως, καὶ χαρμονῆς ἀληθοῦς, ἔνθα μνημονεύων μὴ παύσῃ, τῶν ἐορταζόντων ἐκ πόθου, καὶ τὴν σὴν τιμώντων θείαν κοίμησιν.
Φαιδρὰ μὲν ἡ παρελθοῦσα Ἑορτή, ἔνδοξος ἡ παροῦσα ἡμέρα· Ἐν ἐκείνῃ τὸν Σωτῆρα Μάγοι προσεκύνησαν· ἐν ταύτῃ δὲ τὸν Δεσπότην, δοῦλος κλητὸς ἐβάπτισεν. Ἐκεῖ Ποιμένες ἀγραυλοῦντες, εἶδον καὶ ἐθαύμασαν· ὧδε φωνὴ τοῦ Πατρός, τὸν μονογενῆ Υἱὸν ἐκήρυξε.
Ὀ λύχνος τῷ Φωτί, ἡ αὐγὴ τῷ Ἡλίῳ, ὁ φίλος τῷ Νυμφίῳ, ὁ Πρόδρομος τῷ Λόγῳ, Προφῆτα καθυπούργησον.
Διὰ τοῦτο μνησθήσομαί σου ἐκ γῆς Ἰορδάνου καὶ Ἐρμωνιείμ.
Ἦλθεν ὁ φωτισμός, ἡ λύτρωσις ἐφάνη, ἐν Ἰορδάνῃ, δεῦτε, συνέλθωμεν ῥυφθῆναι, καὶ ᾆσαι προεόρτια.
Εἴδοσάν σε ὕδατα ὁ Θεός, εἴδοσάν σε ὕδατα καὶ ἐφοβήθησαν.
Πάντα μοι διὰ σοῦ, τὰ καλὰ Θεοτόκε, ὁ Θεὸς ἐν ἀνθρώποις, τὸ φῶς ἐν Ἰορδάνῃ, κἀγὼ ἐν τῷ φωτὶ αὐτοῦ.
Ἔρχεται πρὸς Ἰορδάνην, Χριστὸς ἡ ἀλήθεια, τοῦ βαπτισθῆναι ὑπὸ Ἰωάννου, καί φησὶ πρὸς αὐτόν. Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρὸς με; οὐ τολμῶ ὁ χόρτος προσψαῦσαι τῷ πυρί, σὺ με ἁγίασον Δεσπότα, τῇ θείᾳ ἐπιφανείᾳ σου.