«Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».
Ῥήματα ζωῆς τῆς αἰωνίου, Παμμάκαρ ἐν τῇ καρδίᾳ σου δεξάμενος, σάρκα κατεμάρανας, κόσμῳ τεθανάτωσαι, καὶ ζωηφόρον νέκρωσιν, ἀμφιασάμενος· Τὸν Κύριον ὑμνεῖτε κραυγάζεις, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ἵλεων γενέσθαι Θεοφόρε, τὸν μόνον ἀγαθοδότην καθικέτευε, τοῖς τὴν σὴν πανίερον, μνήμην ἑορτάζουσιν, ἁμαρτημάτων ἄφεσιν, τούτοις αἰτούμενος· Τὸν Κύριον ὑμνεῖτε βοῶσι, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Νεύσει πρὸς Θεὸν ἀδιαλείπτῳ, προσέχων καὶ τῆς ἐκεῖθεν ἐπιλάμψεως, αἴγλην εἰσδεχόμενος, φῶς ἀντανακλώμενον, διαφανὲς ὡς ἔσοπτρον, πέμπεις τοῖς ψάλλουσιν· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Κλίμακα πρὸς ὕψος τεταμένην, ἐφ’ ἧς περ ἐστηριγμένος ὤφθη Κύριος, Πάτερ ἀναβέβηκας, θείαις ἀναβάσεσιν, ἀεὶ προκόπτων Ὅσιε, ἕως κατέλαβες· Τὸν Κύριον ὑμνεῖτε κραυγάζων, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.