Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Κυριακή 8 Ιανουαρίου 2012

ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΑ ΦΩΤΑ....

ΚΥΡΙΑΚΗ μετὰ τὰ Φῶτα. Γεωργίου τοῦ Χο­ζε­βί­του, Δο­μνί­κης ὁσίας· Κύρου καὶ ᾿Ατ­τικοῦ πατριαρχῶν Κων­σταν­­τι­νου­πόλεως. ῏Ηχος πλ. α΄, ἑωθι­νὸν η΄ (τυπικὸν Θεο­φανείων)


Εἰς τὴν θ΄. ᾿Απολυτίκιον «᾿Εν ᾿Ιορδάνῃ», Δόξα, «Μνήμη δικαίου»· κοντάκιον «Τὴν σωματικήν σου παρουσίαν».

Εἰς τὸν ἑσπερινόν. Ὁ προοιμιακὸς καὶ τὸ Ψαλτήριον.

ΕΙΣ ΤΟ «ΚΥΡΙΕ, ΕΚΕΚΡΑΞΑ» ἀνα­στά­σιμα 6 καὶ τῆς ἑορ­τῆς 4 «Τὸν φωτισμὸν ἡμῶν» κ.λπ., Δόξα, «Κύριε, πληρῶσαι βου­λό­μενος...» (ζήτει εἰς τὸ Δόξα τῆς λιτῆς 6 ᾿Ιαν.), Καὶ νῦν, «᾿Εν τῇ ᾿Ερυθρᾷ θαλάσσῃ».

ΕΙΣΟΔΟΣ, «Φῶς ἱλαρόν», τὸ προκείμενον τῆς ἡμέρας.

ΑΠΟΣΤΙΧΑ τὰ ἀναστάσιμα, Δόξα, Καὶ νῦν, «Σήμερον ἡ κτίσις φωτίζεται» (λιτὴ 6ης ᾿Ιανουαρίου).

ΑΠΟΛΥΤΙΚΙΑ «Τὸν συνάναρχον Λόγον», Δόξα, Καὶ νῦν, «᾿Εν ᾿Ιορδάνῃ».

ΑΠΟΛΥΣΙΣ «῾Ο ἐν ᾿Ιορδάνῃ ὑπὸ ᾿Ιωάννου βαπτισθῆναι κα­τα­δεξάμενος διὰ τὴν ἡμῶν σωτηρίαν καὶ ἀναστάς...»

Εἰς τὸ μεσονυκτικόν. Μετὰ τὸν ν΄ ψαλμόν, ὁ τριαδικὸς κανὼν τοῦ ἤχου, τὰ τριαδικὰ «῎Αξιον ἐστί», τρισάγιον κ.λπ. καὶ ἀπολυτίκιον «᾿Εν ᾿Ιορδάνῃ».

Εἰς τὸν ὄρθρον. Μετὰ τὸν ἑξάψαλμον, εἰς τὸ «Θεὸς Κύ­ρι­ος» ἀπολυτίκια «Τὸν συνάναρχον Λόγον», Δόξα, τὸ αὐτό, Καὶ νῦν, «᾿Εν ᾿Ιορδάνῃ».

ΚΑΘΙΣΜΑΤΑ τὰ ἀναστάσιμα, ἀλλ᾿ ἀντὶ θεοτοκίων ἀνὰ ἓν τῆς ἑορτῆς (8 ᾿Ιαν.). Εὐλογητάρια. Ἡ ὑπακοή, οἱ ἀνα­βαθμοὶ καὶ τὸ προκείμενον τοῦ ἤχου.

ΚΑΝΟΝΕΣ, ὁ ἀναστάσιμος μετὰ τῶν εἱρμῶν καὶ ὁ β΄ τῶν Θε­ο­φανείων (ἄνευ εἱρμῶν) μὲ στίχον «Δόξα σοι, ὁ Θεὸς ἡ­μῶν, δόξα σοι». ᾿Απὸ γ΄ ᾠδῆς τὸ κοντάκιον τῆς ἑορτῆς καὶ τὸ μεθέορτον μεσῴδιον κάθισμα «Τὰ ῥεῖθρα ἡγίασας». ᾿Αφ᾿ ϛ΄ κοντάκιον καὶ οἶκος ἀ­να­στάσιμα καὶ τὸ μηνολόγιον.

ΚΑΤΑΒΑΣΙΑΙ οἱ εἱρμοὶ «Στίβει θαλάσσης...»

ΕΥΑΓΓΕΛΙΟΝ ἑωθινὸν (η΄) μετὰ πάσης τῆς συνήθους τά­ξε­ως αὐ­τοῦ.

«Τὴν τιμι­ω­τέ­ραν», «[Μεγάλυνον, ψυχή μου, τὴν λυτρωσαμένην...] ῍Ω τῶν ὑπὲρ νοῦν».

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ «῞Αγιος Κύριος», τὸ η΄ ἀναστά­σι­­μον «Δύο ἀγγέλους βλέψασα», καὶ τὸ τῆς ἑορ­τῆς.

ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ ἀναστάσιμα 4, καὶ τῆς ἑορτῆς (6ης ᾿Ιαν.) 4 «Φῶς ἐκ φωτὸς» κ.λπ., μετὰ στίχων εἰς τὰ δύο τε­λευ­ταῖα α) «῾Η θάλασσα εἶδε καὶ ἔφυγεν, ὁ ᾿Ιορδάνης ἐ­στρά­φη εἰς τὰ ὀπίσω», β) «Τί σοί ἐστι, θάλασσα, ὅτι ἔφυγες, καὶ σύ, ᾿Ιορ­δά­νη, ὅτι ἐστράφης εἰς τὰ ὀπίσω;», Δόξα, τὸ η΄ ἑω­θι­νὸν «Τὰ τῆς Μαρίας δάκρυα», Καὶ νῦν, «῾Υπερ­ευ­λο­γη­μέ­νη». Δοξο­λο­γία μεγάλη (ἦχος πλ.α’), «Σή­­μερον σω­τη­ρία...».

Εἰς τὴν λειτουργίαν. ᾿Αντίφωνα τῆς ἑορτῆς μετὰ τῶν ἐφυ­μνίων αὐτῶν, ὡς ἐν τῷ Μηναίῳ [ἢ τὰ τυπικὰ καὶ οἱ μακα­ρι­σμοὶ τοῦ ἤχου εἰς 4 καὶ 4 ἐκ τῆς ϛ΄ ᾠδῆς τοῦ κανόνος τῆς ἑορ­τῆς].

ΕΙΣΟΔΙΚΟΝ «Δεῦτε προσκυνήσωμεν... Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν...»

ΜΕΤΑ ΤΗΝ ΕΙΣΟΔΟΝ ἀπολυτίκια «Τὸν συνάναρχον Λό­γον», «᾿Εν ᾿Ιορ­δάνῃ», καὶ τοῦ ναοῦ· κοντάκιον «᾿Επε­φάνης σή­μερον». Τρισ­άγιον.

ΑΝΑΓΝΩΣΜΑΤΑ. ᾿Απόστολος –μετὰ τοῦ προκειμένου καὶ τοῦ ἀλληλουιαρίου αὐτοῦ– Κυρ. μετὰ τὰ Φῶτα, «῾Ενὶ ἑκάστῳ ἡμῶν ἐδόθη ἡ χάρις» (᾿Εφεσ. δ΄ 7-13)· Εὐαγγέλιον ὁ­μοίως, «᾿Ακούσας ὁ ᾿Ιη­σοῦς ὅτι ᾿Ιωάννης παρεδόθη» (Μτθ. δ΄ 12-17).

Εἰς τὸ ᾿Εξαιρέτως «῎Αξιον ἐστίν».

ΚΟΙΝΩΝΙΚΟΝ «Αἰνεῖτε»· «Εἴδομεν τὸ φῶς», καὶ τὰ λοιπὰ τῆς λειτουργίας ὡς συνήθως. Ἀπόλυσις ὡς ἐν τῷ ἑσπερινῷ.