Τὴν χάριν τῶν σοφῶν Μαθητῶν, λαβὼν παρὰ Χριστοῦ τοῦ Θεοῦ, Ἱεράρχα, καὶ τὸν δρόμον τὸν αὐτῶν, διήνυσας προθύμως· διὸ σε κατ᾿ ἀξίαν, ἀνευφημοῦμεν Ἐλευθέριε.
Τὸ ψεῦδος σοῖς ἐν λόγοις σοφέ, ἐλέγξας Ἐλευθέριε, τῇ ἀθλήσει, τὸν τοῦ ψεύδους εὑρετήν, ἀπέκτεινας καὶ τοῦτον, τέθεικας ὑπὸ πόδας, τὸν πρὶν μεγάλως φρυαττόμενον.
Τοῖς ὄμβροις τῶν αἱμάτων σου, κατάρδευσον ἡμᾶς νοητῶς, Ἱεράρχα, τοὺς τιμῶντάς σε πιστῶς, καὶ μνήμην ἐκτελοῦντας, τὴν θείαν σου ἐκ πόθου, καὶ τὸν Σωτῆρα μεγαλύνοντας.
Ὡς τῆς θείας ἐλευθερίας ἐπώνυμος, τῆς ἱερᾶς διπλοΐδος, Πάτερ κατηξίωσαι, καὶ εὐθαρσῶς τὴν εὐσέβειαν διδάσκων, τῶν πρακτέων τοὺς λόγους ἡμᾶς ἐξεπαίδευσας· Ὅθεν καὶ τὴν μαρτυρικὴν ἔνστασιν νεανικῶς ἐκτελέσας, ἐν ἀμφοτέροις διέπρεψας, καὶ διπλοῦν εἴληφας τὸ στέφος παρὰ Χριστοῦ τοῦ Θεοῦ, ὃν καθικέτευε, Ἱερομάρτυς Ἐλευθέριε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.