«Λίθον ὃν ἀπεδοκίμασαν, οἱ οἰκοδομοῦντες, οὗτος ἐγενηθη, εἰς κεφαλὴν γωνίας, αὐτὸς ἐστιν ἡ πέτρα, ἐν ᾗ ἐστερέωσε Χριστός, τὴν Ἐκκλησίαν αὐτοῦ, ἣν ἐξ Ἐθνῶν ἐξηγοράσατο».
Ταύτην τοῦ Χριστοῦ τὴν σάρκωσιν, γνοὺς ὁ Ἡσαΐας, Πνεύματι Ἁγίῳ, ἐμφανῶς προλέγει, Παιδίον ἐκ Παρθένου, γεννᾶται ὁ Κύριος, εἰς ἀναγέννησιν ἡμῶν, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ.
Ἄστρον ἤδη ἀνατέταλκεν, ἐκ φυλῆς, Ἰούδα, ὅπερ ἐπιγνόντες, Βασιλεῖς κινήσεις, ἀνατολῶν ποιοῦνται, καὶ φθάσαι ἐπείγονται, ὅπως θεάσωνται Χριστόν, ἐν Βηθλεέμ σαρκὶ τικτόμενον.
Ὕμνον πᾶσα προεόρτιον, προσαδέτω κτίσις, τῷ πρὸ ἑωσφόρου, ἐκ Πατρὸς γεννηθέντι, καὶ νῦν ἐκ τῆς Παρθένου, ἀρρήτως ἐκλάμποντι, καὶ τικτομένῳ σαρκικῶς, ἐν Βηθλεὲμ δι' εὐσπλαγχνίαν πολλήν.