Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Σάββατο 24 Δεκεμβρίου 2011

ΤΟΥ ΧΡΙΣΤΟΥ ΝΥΜΦΗ ΠΑΓΚΑΛΕ


Τοῦ Χριστοῦ νύμφη πάγκαλε, Εὐγενία περίδοξε, ὁσιομαρτύρων παρθένων σέμνωμα, ἡ μὴ φεισθεῖσα νεότητος, τοῦ κάλλους προσώπου σου καὶ σαρκίου ἁπαλοῦ τοῦ σεπτοῦ σου, ἀοίδιμε, ὡς ἀσώματος ἀνδρικοὺς εἰς ἀγῶνας ἀλκιφρόνως προσεχώρησας καὶ ἄθλοις τῷ Λυτρωτῆ εὐηρέστησας.

Τὸ ταμεῖον τῆς γνώσεως, τὸ ἀσύλητον μέλψωμεν, καὶ φιλοσοφίας φανὸν τὸν πάμφωτον, Ἀλεξανδρείας φωτίσαντα τὴν χθόνα πυρσεύμασιν ἀρετῆς καὶ ἀστραπαῖς, σωφροσύνης κραυγάζοντες· ζόφον λύσασα τῶν εἰδώλων λατρείας, Εὐγενία, φῶς ἀλήκτου εὐφροσύνης ἤνοιξας πᾶσι, φωτόλαμπρε.

Ἀραμένη ἐπ' ὤμων σου, τὸν σταυρὸν ἐκ νεότητος, τοῦ Χριστοῦ κατέλιπες πᾶσαν εὔκλειαν, τρυφὴν καὶ δόξαν τὴν ῥέουσαν, καὶ πόθῳ ἀνέδραμες κατοικῆσαι εἰς μονὴν ἀνδρικὴν ὑπερβάλλουσα φύσιν θήλεος, θαυμαστῶς, Εὐγενία θεοφόρε, γυναικῶν ὁσιοάθλων περιφανὲς σεμνολόγημα.

Τὴν πανίερον μνήμην σου, ἐκτελοῦντες γηθόμενοι, ἐν τοῖς προεόρτοις Χριστοῦ γεννήσεως, πανευλαβῶς μεγαλύνομεν ἀσκήσεως πόνους σου τοὺς στερροὺς καὶ ἀνδρικοὺς καὶ καμάτους ἀθλήσεως παναλκίμου σου, καλλιμάρτυς παρθένε, Εὐγενία, νύμφη ἄσπιλε Κυρίου, τοῦ οὐρανίου Νυμφίου σου.

Τὴν διπλοῖς ἑαυτὴν κοσμήσασαν στεφάνοις, ἀσκήσεως νυχθημέρου καὶ ἀθλήσεως ἀρίστης, Εὐγενίαν τὴν παρθενομάρτυρα, ἐκθύμως τιμήσωμεν·αὕτη γὰρ ἀνδρικῶς πολιτευσαμένη και ἀσελγοῦς συκοφαντίαν ἀπορρίψασα τῇ ἐπιδείξει τῆς αὐτῆς θηλείας φύσεως μονοτρόπων καὶ πάντων χριστωνύμων τὰς χορείας κατηύφρανε· καὶ νῦν τῷ αὐτῆς ποθεινῷ Νυμφίῳ παρεστῶσα καὶ ἀγγέλοις συγχορεύουσα, ἀδιαλείπτως Χριστῷ πρεσβεύει ὑπὲρ εἰρήνης τοῦ σύμπαντος κόσμου καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.