Ὡς δεκτὸν ἱερεῖον ὁλοκαυτούμενον, τῷ πυρὶ τῶν βασάνων, Πάτερ ἀοίδιμε, θείαν ὡς ὀσμήν, πρὸς ὕψος τὸ οὐράνιον, τὴν εὐχαριστίαν, ἀνέμελπες ἐνθέως.
Πεποιθὼς ὥσπερ λέων ἀνόμους ἤλεγξας, καὶ πολλῇ παρρησίᾳ στόματα ἔφραξας, τῶν εἰς τὸν Θεόν, τῶν ἁπάντων καὶ Κύριον, πάλαι δυσφημούντων, ἐχθρῶν ἀθεωτάτων.
Ἀνυψῶν Ἱεράρχα πιστῶν τὸ φρόνημα, ἐταπείνωσας θράσος καὶ καταβέβληκας, τῶν εἰς τὸν Θεόν, ἀσεβούντων καὶ ἔμελπες· Σὲ ὑπερυψοῦμεν, Χριστὲ εἰς τοὺς αἰῶνας.