Tῆς θεαυγοῦς Εὐγενίας, παρθενομάρτυρος, τῆς ἐν Αλεξανδρείᾳ ἀσκησάσης ἐνθέως, καὶ τρίβον ἐν τῇ ῾Ρώμῃ ἀθλητικὴν ἀνυσάσης τιμήσωμεν, τὴν πανσεβάσμιον μνήμην πανευλαβῶς φιλεόρτων τὰ συστήματα.
Τρωθεῖσα ἔρωτι θείῳ, ἠρνήσω πρόσκαιρον, μνηστῆρα καὶ τὸν οἶκον σοῦ πατρός, Εὐγενία, καὶ φύσιν ὑπερβᾶσα σὴν ἀνδρικοῖς, προσεχώρησας σκάμμασι καὶ σῷ Νυμφίῳ καὶ Κτίσαντι τοῦ παντός, σῇ ἀσκήσει εὐηρέστησας.
Συκοφαντίαν φυγοῦσα Θεοῦ τῇ χάριτι, καὶ σὲ τοῖς ἀδικοῦσι καταδείξασα φύσιν σὴν θήλειαν χορείας τῶν εὐσεβῶν, Εὐγενία, κατηύφρανας καὶ εἰς τὴν πίστιν προσείλκυσας τοῦ Χριστοῦ τὸν γεννήτορά σου Φίλιππον.
Σὺν τῷ πατρί σου Φιλίππῳ, Βασίλᾳ ἤθλησας, τῇ τοῦ κυρίου νύμφη, καὶ σεπτῇ ξυνωρίδι, σῶν δούλων, Εὐγενία, τῶν εὐσταλῶν ἐν τῇ ῾Ρώμῃ δοξάσασα, τοῦ μαρτυρίου σου πόνοις τὸν ᾽Ιησοῦν σὲ λαμπρῶς ἀντιδοξάσαντα.
Παρ' ἐπισκόπου ῾Ελένου τοῦ οὐρανόφρονος, τὸ βάπτισμα τὸ θεῖον, Εὐγενία, ἐδέξω καὶ λόγοις θεαρέστοις, μῆτερ, αὐτοῦ καθυπείκουσα ἔδραμες, σὺν τοῖς δυσί σου οἰκέταις εἰς ἀνδρικὴν μάνδραν κρύπτουσα τὴν φύσιν σου.
Χαμαικοιτίᾳ, στερήσει, εὐχῇ καὶ δάκρυσι, νηστείᾳ, ἀγρυπνίᾳ καὶ συντόνῳ ἀσκήσει ἐνέδρας τοῦ Βελίαρ τὰς ζοφεράς, Εὐγενία, κατέστρεψας, καὶ ὑπερέβαλες πάντας συμμοναστάς, ἀνδρικοῖς σου κατορθώμασι.
Παρθενίας ὡραϊσμένη κάλλεσι καὶ ψυχικῆς εὐγενείας κεκοσμημένη τρόποις μοναχικῆς πολιτείας θησαύρισμα καὶ σωφροσύνης ταμεῖον ἐχρημάτισας, ὁσιομάρτυς Εὐγενία· ὑπὲρ φύσιν οὖν ἀνδραγαθήσασα καὶ ἀνδρικῶς ἀθλήσασα ἀθανάτων ἀμοιβῶν ἠξιώθης ἐν παστάδι οὐρανίῳ, ἔνθα τοῦ ἀρρήτου ἀπολαύουσα τοῦ Κυρίου κάλλους· Αὐτῷ πρεσβεύεις ῥύεσθαι κινδύνων τοὺς σὲ μακαρίζοντας.