Χριστὸν σαρκὶ νηπιάσαντα, Χριστὸν ἐθελουσίως πτωχεύσαντα, Χριστὸν ὁρατὸν γενόμενον, ἔρχεται ἡ Παρθένος ἐν Βηθλεέμ, νῦν ἀποκυῆσαι, οὐρανός τε καὶ ἡ γῆ ἀγαλλιάσθωσαν.
Βουνοὶ καὶ ὄρη σκιρτήσατε, Προφῆται θεηγόροι χορεύσατε· Λαοὶ καὶ Ἔθνη κροτήσατε· πάντων ἡ σωτηρία, ὁ φωτισμός, ἤγγικεν ἐπέστη, ἐν τῇ πόλει Βηθλεὲμ ἀποτικτόμενος.
Πτωχὸς ὁ πλούσιος γίνεται, πτωχίζων τοὺς κακίᾳ πλουτίζοντας· βροτὸς ὁ Θεὸς γνωρίζεται, Κόρης ἀπειρογάμου, δίχα τροπῆς, πάντες ἐν αἰνέσει, ἀνυμνήσωμεν αὐτόν, ὅτι δεδόξασται.