Ὁ φύσει Δεσπότης, ἐν δούλοις τελεῖς, ὁ Υἱὸς τοῦ Θεοῦ ὁ παντέλειος, εὐδόκησας δι' ἔλεος, καλεῖσθαι καὶ Υἱός, ἀνθρώπου Πανοικτίρμον· διὸ ἐν τῷ Σπηλαίῳ , ἑκουσίως πτωχεύσας, ἔρχῃ τεχθῆναι Ὑπεράγαθε.
Ἀχώρητε φύσει, Χριστὲ Βασιλεῦ, πῶς μικρὸν σε εἰσδέξεται Σπήλαιον; πῶς φάτνη σε δυνήσεται, χωρῆσαι Ἰησοῦ; Μητρὸς ἐξ ἀπειράνδρου, σαρκὶ ἐπιδημοῦντα, εἰς τὰ ἴδια ὅπως, τοὺς ξενωθέντας σώσῃς Κύριε.
Ἀμνὰς τὸν ποιμένα, προῆλθε τεκεῖν, εὐτρεπίζου τὸ ἅγιον Σπήλαιον. Ποιμένες ἐπισπεύσατε, Ποιμένα καὶ Ἀμνὸν τεχθέντα θεωρῆσαι, οἱ Μάγοι μετὰ δώρων, εὐτρεπίσθητε τοῦτον, ὡς Βασιλέα προσκυνῆσαι σαρκί.