ᾨδὴν ἐπινίκιον, ᾄσωμεν πάντες, Θεῷ τῷ ποιήσαντι, θαυμαστὰ τέρατα, βραχίονι ὑψηλῷ, καὶ σώσαντι τὸν Ἰσραήλ, ὅτι δεδόξασται.
Ἀρξώμεθα σήμερον, προεορτάζειν, Χριστοῦ τὰ Γενέθλια, τοῦ τεχθέντος σώματι, ἐκ τῆς Παρθένου Μητρός, ἐν τῷ Σπηλαίῳ Βηθλεέμ, δι' εὐσπλαγχνίαν πολλήν.
Δεσμῶν ἀπολύων με, τῆς ἁμαρτίας, σπαργάνοις εἱλίσσεται, καὶ ἐν φάτνῃ τίθεται, βρέφος ὁρώμενος, ὁ προαιώνιος Θεός· Δόξα τῷ κράτει αὐτοῦ.
Ἐδὲμ διανοίγεται, σοῦ τικτομένου, ἐκ Κόρης θεόπαιδος, ἐν τῇ πόλει Δέσποτα, τῇ Βηθλεὲμ ἐν σαρκί. Ὑμνολογοῦμεν τὴν φρικτὴν οἰκονομίαν σου.
Ἰδοὺ νῦν πεπλήρωται, τοῦ Ἡσαΐου, ἡ πρόρρησις Πάναγνε· τοῦ τεκεῖν τὸν ἄχρονον· ἐν Σπηλαίῳ γὰρ Υἱόν, ἐλήλυθας, πᾶσα ἡ γῆ διὸ εὐφραίνεται.