«Ὡς ἐν ἠπείρῳ πεζεύσας ὁ Ἰσραήλ, ἐν ἀβύσσῳ ἴχνεσι, τὸν διώκτην Φαραώ, καθορῶν ποντούμενον, Θεῷ ἐπινίκιον ᾠδήν, ἐβόα ᾄσωμεν».
Θρόνῳ τῆς δόξης Κυρίου παρεστηκώς, σὺν Ἀγγέλων τάγμασιν, Ἐλευθέριε σοφέ, τοὺς ὑμνοῦντας πόθῳ σε ἀεί, ἐλευθέρωσον παθῶν ταῖς ἱκεσίαις σου.
Ἐκλελεγμένος ἐκ βρέφους σὺ τῷ Θεῷ, ἀνετέθης ἔνδοξε, ὥσπερ πάλαι Σαμουήλ, καὶ θείῳ Πνεύματι χρισθείς, ὡς σοφὸς Ἀρχιερεὺς λαὸν ἐποίμανας.
Ἱερουργὸς μυστηρίων τῶν τοῦ Χριστοῦ, γεγονὼς ἐλάμπρυνας, τὴν στολὴν τὴν ἱεράν, μαρτυρίου αἵματι Σοφέ, ἐν σταδίῳ καρτερῶς ἀγωνισάμενος.