Θύσω σοι, μετὰ φωνῆς αἰνέσεως Κύριε, ἡ Ἐκκλησία βοᾷ σοι, ἐκ δαιμονων λύθρου κεκαθαρμένη, τῷ δι' οἶκτον, ἐκ τῆς πλευρᾶς σου ῥεύσαντι αἵματι.
Ῥεόντων, τὸ φθαρτὸν παριδόντες τὰ ἄφθαρτα, κατηξιώθητε βλέπειν, πειρασμῶν οὖν ῥύσασθε καὶ κινδύνων, τοὺς ἐν πίστει, ὑμᾶς προσκαλουμένους Ἀήττητοι.
Τριάδος, τῆς ἀρχικῆς πανένδοξοι Μάρτυρες, τοὺς χαλεπῶς δεδεμένους, καὶ φρουραῖς ἀφύκτοις κατεχομένους, διαλύσαι, ταῖς ὑμῶν ἱκεσίαις σπλαγχνίσθητε.
Ὑπὲρ σοῦ, ἑαυτοὺς παραδόντες εἰς θάνατον, ἀθανασίας Σωτήρ μου, οἱ γενναῖοι ἔτυχον καὶ σωτῆρες, τῶν ἐν ζάλῃ, καὶ συμφοραῖς καὶ θλίψει γεγόνασιν.