Ἅπας γηγενής, σκιρτάτω τῷ πνεύματι λαμπαδουχούμενος· πανηγυριζέτω δέ, ἀΰλων Νόων φύσις γεραίρουσα, τὴν ἱερὰν πανήγυριν τῆς Θεομήτορος, καὶ βοάτω· Χαίροις παμμακάριστε, Θεοτόκε ἁγνὴ ἀειπάρθενε.
Ἴσχυσας Θεοῦ, τὸν νοῦν σου κρατύναντος, κατακρατῆσαι παθῶν, Ἄγγελος ἐν σώματι· ἐντεῦθεν Πάτερ σὺ ἐχρημάτισας, καὶ σὺν Ἀγγέλοις πάντοτε, τοὺς οὐρανούς κατοικεῖς, τῷ τῆς δόξης, θρόνῳ παριστάμενος, καὶ φωτὸς ἀνεσπέρου πληρούμενος.
'Ὥσπερ οὐρανόν, τὰ ὄρη καὶ σπήλαια ᾤκησας Ὅσιε· ὅθεν σοι εἰρήνευσαν, ἄγριοι θῆρες καθυποτάξαντι, πάθη ψυχῆς δυσκάθεκτα, Ἰωαννίκιε, καὶ δικαίῳ, ἤδη χρηματίσαντι· διὰ τοῦτο πιστοὶ σε γεραίρομεν.
Σοῦ τὸ ἱερόν, καὶ ἅγιον λείψανον ἐν τάφῳ κείμενον, θάπτει τὰ νοσήματα, καὶ φλέγει στίφη δαιμόνων πάντοτε, σοφὲ Ἰωαννίκιε, τῇ θείᾳ χάριτι, ἀναβλύζον, πᾶσι τὰ ἰάματα, τοῖς πιστῶς σε ἀεὶ μακαρίζουσιν.
Ἤδη τῷ Χριστῷ ἐγγίζων τρανότερον καὶ καθαρώτερον, μέμνησο τῶν πίστει σου, μνημονευόντων Ἰωαννίκιε, ἁμαρτιῶν συγχώρησιν, ἡμῖν αἰτούμενος, νοσημάτων, πάντων ἀπολύτρωσιν, καὶ Θεοῦ βασιλείας οἰκείωσιν.