«Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».
Ῥέουσι πηγαὶ τῶν σῶν δογμάτων, καὶ πᾶσαν τὴν Ἐκκλησίαν καταρδεύουσι, σῷ δὲ Πάτερ αἵματι, πάντας καθηγίασας, τοὺς ὀρθοδόξω πίστει σοι, ἀκολουθήσαντας, καὶ Κύριον ὑμνεῖτε βοῶντας, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Ὅρμῳ γαληνῷ σὺ προσωρμίσθης, τοῦ βίου τὰς τρικυμίας ἀπωσάμενος· εἶχες γὰρ ἰθύνοντα, πᾶσαν τὴν πορείαν σου, τὸν κυβερνήτην Κύριον, Παῦλε πανόλβιε, τὸν νεύματι τὰ πάντα ποιοῦντα· ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.